Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἐν ἔτει πέμπτῳ τῷ Ἰωρὰμ υἱῷ Ἀχαὰβ βασιλε Ἰωσαφὰθ βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωρὰμ υἱὸς Ἰωσαφὰθ Ἰούδα.

υἱὸς τριάκοντα καὶ δύο ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ τεσσεράκοντα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλἠμ.

καὶ ἐπορεύθη ἐν σραὴλ καθὼς ἐποίησεν οἶκος Ἀχαάβ, ὄτι θυγάτηρ αὐτῷ εἰς γυναῖκα· καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου.

καὶ οὐκ ἠθέλησεν Κύριος διαφθεῖραι τὸν Ἰούδαν διὰ Δαυεὶδ τὸν δοῦλον αὐτοῦ, καθὼς εἶπεν δοῦναι αὐτῷ λύχνον πάσας τὰς ἡμέρας.

ἐν ταῖς ἡμέραις αὐτοῦ ἠθέτησεν Ἐδὼμ ὑποκάτωθεν χειρὸς Ἰούδα, καὶ ἐβασίλευσαν ἐφ’ ἑαυτοὺς βασιλέα.

καὶ ἀνέβη Ἰωρὰμ εἰς Σειὼρ καὶ πάντα τὰ ἅρματα μετ’ αὐτοῦ· καὶ ἐγένετο αὐτοῦ ἀναστάντος, καὶ ἐπάταξεν τὸν Ἐδὼμ τὸν κυκλώσαντα ἐπ’ αὐτὸν καὶ τοὺς ἄρχοντας τῶν ἁρμάτων, καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτῶν.

καὶ ἠθέτησεν Εδὼμ ὑποκάτω τῆς χειρὸς Ἰούδα ἕως τῆς ἡμέρας ταύτης. τότε ἠθέτησεν Σεννὰ ἐν τῷ καιρῷ ἐκείνῳ.

καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωρὰμ καὶ πάντα ὄσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα ;

καὶ ἐκοιμήθη Ἰωρὰμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ὀχοζείας υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.

Ἑν ἔτει δωδεκάτῳ τῷ Ἰωρὰμ υἱῷ Ἀχαὰβ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ὀχοζείας υἱὸς Ιωράμ.

υἱὸς εἴκοσι καὶ δύο ἐτῶν Ὀχοξείας ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἐνιαυτὸν ἔνα ἐβασίλευσεν ἐν [*](13 Ισ|ραηλ B Ισλ Α 14 om σοι Α | ειπεν 2°] Α] ειπειν Β 15 τον τον αβρα (? το ναβρα) Α 16 τω Ιωραμ υιω] του I. υιου Α Ι Ιωσαφατ BabA (bis) | βασιλει 2°] βασιλευς Α | εβασιλευσεν pr και Α | βασιλεως Α 18 βασιλεως Α 19 αυτω δουναι Α | λυχνον] + και τοις υιοις αυτου Α 20 χειρος] pr της Α | εβασιλευσαν εφ εαυτους] εβασιλευσεν εφ εαυτου Α 21 om εις Σειωρ Α | τα αρματα] om τα Α | ανασταντος] + νυκτος Α | τον Εδωμ] om τον Α 22 υποκαστωθεν Α Ι της om της Α | Σεννα] signa v 1 prae se fert B ? txt et mg Λομνα Α ras aliq post α 1° (in fine lin) B? | επι] εν Α 24 om πατ. αυτου Α Ι χοζιας Bb vid Α (item 25, 26) 25 τω ωραμ] του I. Α | Ιωραμ 2°] + βασιλεως Ιουδα Α 26 om υιος Α | ετων] + ην signa v 1 prae se fert B? txt et mg Ιηλ’ Α)

760
[*](B) καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γοθολία θυγάτηρ Ἀμβρεὶ Ἰσραήλ.

καὶ ἐπορεύθη ἐν ὁδῷ οἴκου Ἀχαάβ, καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου κοθὼς ὁ οἶκος Ἀχαάβ.

καὶ ἐπορεύθη μετὰ Ἰωρὰμ υἱοῦ Ἀχαὰβ εἰς πόλεμον μετὰ Ἀζαὴλ βασιλέως ἀλλοφύλων ἐν Ῥεμμὼθ Γαλαάδ, καὶ ἐπάταξαν οἱ Σύροι τὸν Ἰωράμ.

καὶ ἐπέστρεψεν ὁ βασιλεὺς Ἰωρὰμ τοῦ ἰατρευθῆναι ἐν Ἰσραὴλ ἀπὸ τῶν ν ἐπάταξαν αὐτὸν ἐν Ῥεμμὼθ ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ βασιλέως Συρίας· καὶ Ὀχοζεὶ υἱὸς Ἰωρὰμ κατέβη τοῦ ἰδεῖν τὸν υἱὸν Ἀχαὰβ ἐν Ἰσραήλ, ὄτι ἠρρώστει αὐτός.

καὶ Ἐλεισαῖε ὁ προφήτης ἐκάλεσεν ἔνα τῶν υἱῶν τῶν προφητῶν καὶ εἶπεν αὐτῷ Σῶσαι τὴν ὀσφύν σου, καὶ λάβε τὸν φακὸν τοῦ ἐλαίου τούτου ἐν τῇ χειρί σου, καὶ δεῦρο εἰς Ῥεμμὼθ Γαλαάδ.

καὶ εἰσελεύσῃ ἐκεῖ, καὶ ὄψῃ ἐκει υἱὸν Ἰωσαφὰθ Εἰοὺ υἱοῦ Ναμεσσεί, καὶ εἰσελεύσῃ κοὶ ἀναστήσεις αὐτὸν ἐκ μέσου τῶν ἀδελφῶν αὐτοῦ, καὶ εἰσάξεις αὐτὸν εἰς τὸ ταμεῖον ἐν ταμείῳ.

καὶ λήμψῃ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπιχεεῖς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ εἰπον Τάδε λέγει Κύριος Κέχρικά σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ· καὶ ἀνοίξεις τὴν θύραν, καὶ φεύξῃ καὶ οὐ μενεῖς.