Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν [*](B) βασιλεὺς Συρίας πρὸς Ναιμάν Δεῦρο Δεῦρο καὶ ἐξαποστελῶ βιβλίον πρὸς βασιλέα Ἰσραήλ. καὶ ἐπορεύθη καὶ ἔλαβεν ἐν τῇ χειρὶ αὐτοῦ δέκα τάλαντα ἀργυρίου καὶ ἑξακισχιλίους χρυσοῦς καὶ δέκα ἀλλασσομένας στολάς.

καὶ ἤνεγκεν τὸ βιβλίον πρὸς τὸν βασιλέα Ἰ λέγων Καὶ νῦν ὡς ἄν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς σέ, ἰδο πρὸς σὲ Ναιμὰν τὸν δοῦλόν μου, καὶ ἀποσυνάξεις αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ.

καὶ ἐγένετο ὡς ἀνέγνω βασιλεὺς Ἰσραὴλ τὸ βιβλίον, διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν ’O θεὸς ἐγὼ τοῦ θανατῶσαι καὶ ζωοποιῆσαι, ὅτι οὖτος ἀποστέλλει πρὸς μὲ ἀποσυνάξαι ἄνδρα ἀπὸ τῆς λέπρας αὐτοῦ; ὅτι πλὴν γνῶτε δὴ καὶ ἴδετε ὄτι προφασίζεται οὗτός μοι.

καὶ ἐγένετο ὡς ἤκουσεν Ἐλεισαῖε ὄτι διέρρηξεν ὁ βασι- λεὺς Ἰσραὴλ τὰ ἱμάτια ἑαυτοῦ, καὶ ἀπέστειλεν πρὸς πρὸς βασιλέα Ἰσραὴλ λέγων Ἴνα τί διέρρηξας τὰ ἱμάτιά σου; ἐλθέτω δὴ πρὸς μὲ Ναμὰν καὶ γνώτω ὄτι έστιν προφήτης ἐν Ἰσραήλ.