Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐνίσχυσεν ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς.

καὶ ἐρράγη ἡ πόλις, καὶ πάντες οἱ ἄνδρες τοῦ ἐξῆλθον νυκτὸς ὁδὸν πύλης τῆς ἀνὰ μέσον τῶν τειχέων, ἥ ἐστιν τοῦ κήπου τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τὴν πόλιν κύκλῳ.

καὶ ἐπορεύθη ὁδὸν τὴν Ἀραβά, καὶ ἐδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως, καὶ κατέλαβον αὐτὸν ἐν ἀραβὼθ Ἰερειχώ, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ διεσπάρη ἐπάνωθεν αὐτοῦ.

καὶ συνέλαβον τὸν βασιλέα, καὶ ἤγαγον αὐτὸν πρὸς βασιλέα βασιλέα Ἰερδεβλάθαν· καὶ ἐλάλησεν μετ’ αὐτοῦ κρίσιν.

καὶ τοὺς υἱοὺς κίου ἐξετύφλωσεν· καὶ ἔδησεν αὐτὸν ἐν πέδαις καὶ ἤγαγεν εἰς Βαβυλῶνα.

Καὶ ἐν τῷ μηνὶ τῷ πέμπτῳ, ἑβδόμῃ τοῦ μηνός, αὐτὸς ἐνιαυτὸς τῷ Ναβουχοδονοσὸρ βασιλεῖ Βαβυλῶνος, ἦλθεν Να- ὁ ἀρχιμάγειρος ἑστὼς ἐνώπιον βασιλέως Βαβυλῶνος εἰς Ἰερουσαλήμ.

καὶ ἐνέπρησεν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάντας τοὺς οἴκους Ἴερουσαλήμ, καὶ πᾶν οἶκον ἐνέπρησεν ὁ ἀρχιμάγειρος.

καὶ τὸ περισσὸν τοῦ λαοῦ τὸ καταλειφθὲν ἐν τῇ πὁλει καὶ τοὺς ἐνπεπτωκότας οἱ ἐνέπεσον πρὸς βασιλέα Βαβυλῶνος καὶ τὸ λοιπὸν τοῦ στηρίγματος μετῆρεν Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος.

καὶ ἀπὸ τῶν πτωχῶν τῆς γῆς ὑπέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς ταβείν.