Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ Κυρίου καὶ τοὺς μεχωνὼθ καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ Κυρίου συνέτριψαν οἱ Χαλδαῖοι, κα ἦραν τὸν χαλκὸν εἰς Βαβυλῶνα.

καὶ τοὺς λέβητας καὶ τὰ ἰαμεὶν καὶ τὰς [*](Α) [*](XXV 1 ἐγενήθη] εγενετο Α Ι δεκατω] δευτερω τεσσαρεσκαιδεκατη του ς· Α 2 η πολις εν περιοχη] εις πολιν περιοχης Α 4 της ανα] τηݲ| Α Ι τειχων Α 5 αραβωθ] ραβωθ Α Ι Ιεριχω B b A 6 βασιλεα °] pr τον Α | Ιερδεβλαθαν] εις Δεβλαθα Α 7 πεδαις] παιδες Α 8 πεμπω Α | om ενιαυτος Α | ηλθεν] pr και Α | Ναβουζαρδαρ Α 9 τας τους οικ. Α | παν] παντα Α Ι ο αρχιμαγειρος] Pr εν πυρι κα το | μ· κυκλω κατελυσαν| πασα ευπορεια Χαλδαιων Α 11 εμπεπτ Α | ενεπεσαν Α | Ναβουζαρδαν] pr ο Α 12 υπελειπεν Α | ταβεν] Α 13 τους στ.] pr εις Α 14 ιαμειν] ιματια A)

801
φιάλας καὶ τὰς θυίσκας καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ ἐν οἷς λειτουργοῦσιν [*](B) ἐν αὐτοῖς ἔλαβεν· καὶ τὰ πυρεῖα

καὶ τὰς φιάλας τὰς χρυσᾶς καὶ τὰς ἀργυρᾶς ἔλαβεν ὁ ἀρχιμάγειρος,

στύλους δύο, ἡ θάλασσα ἡ μία, καὶ τὰ μεχωνὼθ ἃ ἐποίησεν Σαλωμὼν τῷ οἴκῳ Κυρίου· οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ πάντων τῶν σκευῶν.

ὀκτὼ καὶ δέκα πήχεων ὕψος τοῦ στύλου τοῦ ἑνός, καὶ τὸ χωθὰρ ἐπ’ αὐτοῦ τὸ χαλκοῦν, καὶ τὸ ὕψος τοῦ χωθὰρ τριῶν πήχεων σακαχαρθαὶ ἐπὶ τοῦ χωθὰρ κύκλῳ, τὰ πάντα χαλκᾶ· καὶ κατὰ τὰ αὐτὰ τῷ στύλῳ τῷ δευτέρῳ ἐπὶ τῷ γαβαχά.

καὶ ἔλαβεν ὁ ἀρχιμάγειρος τὸν Σαραίαν ἱερέα τὸν πρῶτον καὶ τὸν Σοφονίαν υἱὸν τῆς δευτερώσεως καὶ τοὺς τρεῖς τοὺς φυλάσσοντας τὸν σταθμόν·

καὶ ἐκ τῆς πόλεως ἔλαβεν εὐνοῦχον ἕνα ὅς ἦν ἐπιστάτης τῶν ἀνδρῶν τῶν πολεμιστῶν, καὶ πέντε ἄνδρας τῶν ὁρώντων τὸ πρόσωπον τοῦ βασιλέως τοὺς εὑρεθέντας ἐν τῇ πόλει, καὶ τὸν γραμματέα τοῦ ἄρχοντος τῆς δυνάμεως τὸν ἐκτάσσοντα τὸν λαὸν τῆς γῆς, καὶ ἑξήκοντα ἄνδρας τοῦ λαοῦ τῆς γῆς τοὺς εὑρεθέντας ἐν τῇ πὁλει·

καὶ ἔλαβεν αὐτοὺς Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος καὶ ἀπήγαγεν αὐτοὺς πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλάθα.

καὶ ἔπαισεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος καὶ ἐ αὐτοὺς ἐν Ῥεβλάθα ἐν γῇ Αἱμάθ· καὶ ἀπῳκίσθη Ἰούδας ἐπάνωθεν γῆς αὐτοῦ.