Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐγένετο αὐτῶν πορευομένων, ἐπορεύοντο καὶ ἐλάλουν· καὶ ἰδοὺ ἄρμα πυρὸς καὶ ἴππος καὶ διέστειλεν ἀνὰ μέσον ἀμφοτέρων· καὶ ἀνελήμφθη Ἠλειοὺ ὡς εἰς τὸν οὐρανόν.

καὶ Ἐλεισαῖε ἑώρα, καὶ ἐβόα Πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ· καὶ οὐκ εἶδεν αὐτὸν ἔτι, καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτὰ εἰς δύο ῥήγματα.

καὶ ὕψωσεν τὴν μηλωτὴν Ηλιου, ἣ ἔπεσεν ἐπάνωθεν Ἐλεισαῖε· καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ἰορδάνου.

καὶ ἔλαβεν τὴν μηλωτὴν Ἠλειού, ἢ ἔπεσεν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξεν τὸ ὕδωρ καὶ εἶπεν Ποῦ ὁ θεὸς Ἠλειοὺ αφφώ ; καὶ ἐπάταξεν τὰ ὕδατα, καὶ διερράγησαν ἔνθα καὶ ἔνθα· καὶ διέβη Ἐλεισαῖε.

καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν καὶ οἱ ἐν Ἰερειχὼ ἐξ ἐναντίας καὶ εἶπον Ἐπαναπέπαυται τὸ πνεῦμα Ἠλειοὺ ἐπὶ Ἐλεισαῖε· καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν.