Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐβόησαν πρὸς Ἑζεκίαν, καὶ ἦλθον πρὸς αὐτὸν Ἐλιακεὶμ νἰὸς Χελκίου ὁ οἰκονόμος καὶ Σόμνας ὁ γραμματεὺς καὶ Ἰωσαφὰτ ὁ ἀναμιμνήσκων.

καὶ εἶπεν πρὸς αὐτοὺς Ῥαψάκης Εἴπατε δὴ πρὸς Ἑζεκίαν Τάδε λέγει ὀ βασιλεὺς ὀ μεγας βασιλεὺς Ἀσσυρίων Τί ἡ πεποίθησις αὕτη ἣν πέποιθας;

εἶπας, πλὴν λόγοι χειλέων Βουλὴ καὶ δύναμις εὶς πόλεμον· νῦν οὖν τίνι πεποιθὼς ἠθέτησας ἐν ἐμοί;

νῦν ἰδοὺ πέποιθας σαυτῷ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ’ Αἴγυπτον· ὃς ἂν στηριχθῇ ἀνὴρ ἐπ’ αὐτήν, καὶ εἰσελεύσεται εἰς τὴν χεὶρα αὐτοῦ, καὶ τρήσει αὐτήν· οὕτως Φαραὼ βασιλεὺς Αἰγύπτου πᾶσιν τοῖς πεποιθόσιν ἐπ’ αὐτόν.

καὶ ὅτι εἶπας πρὸς μέ Ἐπὶ Κύριον θεὸν πεποίθαμεν· οὐχὶ αὐτὸς οὖτος ἀπέστησεν Ἑζεκίας τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ, καὶ εἶπεν τῷ Ἰούδᾳ καὶ τῇ Ἰερουσαλήμ Ἐνώπιον τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε ἐν Ἰερουσαλήμ;

καὶ νῦν μίχθητε δὴ τῷ κυρίῳ μου βασιλεῖ Ἀσσυρίων, καὶ δώσω σοι δισχιλίους ἵππους, εἰ δυνήσῃ δοῦναι σεαυτῷ ἐπιβάτας ἐπ’ αὐτούς.

καὶ πῶς ἀποστρέψετε τὸ πρόσωπον τοπάρχου ἑνὸς τῶν δούλων τοῦ κυρίου μου τῶν ἐλαχίστων; καὶ ἤλπισας σαυτῷ ἐπ’ Αἴγυπτον εἰς ἅρματα καὶ ἱππεῖς.

καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὸν τόπον τοῦτον διαφθεῖραι αὐτόν; Κύριος εἶπεν πρὸς μέ Ἀνάβηθι ἐπὶ τὴν γὴν ταύτην καὶ διάφθειρον αὐτήν.

καὶ εἶπεν Ἐλιακεὶμ οἱὸς Χελκείου καὶ Σόμνας καὶ Ἰώας πρὸς Ῥαψάκην Λάλησον δὴ πρὸς τοὺς τοὺς παῖδάς σου Συριστί· ἀκούομεν ἡμεῖς, καὶ οὐ λαλήσεις μεθ’ ἡμῶν Ἰουδαιστί· καὶ ἵνα τί λαλεῖς ἐν τοῖς ὠσὶν τοῦ λαοῦ τοῦ ἐπὶ τοῦ τείχους;

καὶ εἶπεν πρὸς αὐτοὺς Ῥαψακης Μὴ ἐπὶ τὸν κύριόν σου καὶ πρὸς σὲ ἀπέστειλέν με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ ἐπὶ τοὺς ανδρας τοὺς καθη- [*](Α) [*](17 om και απεστειλεν βας. Ασσυριων Α | Θαρθαν Α | Ραφεις] Ραβσαρεις Α | εις ΒΑ a] εν Α *vid 18 υιος] pr ο Α | Χαλκιου Α 19 τι] τις Α 20 δυναμεις Α | νυν ουν] και νυν Α | ηθετησας εν] ηθετησεν Α 21 τρησει] τρυγησει Α 22 ουτος]+ου Α | προσκυνησατε Α 23 βασιλει] pr τω Α | σαυτω Α 24 αποστρεψεις Α | συατω] αυτω Α | επ] εις Α 25 και νυν] νυν ουν Α 26 Χελκιου Β b (item 37) | Ιωας] Ιωσαφατ Α | Συριστει Α | ακουομεν] pr οτι Α | μεθ ημων] προς ημας Α | om και ινα τι λαλεις Α | του 2°] τουτου Α 27 επι 1°] προς Α)

785
μένους ἐπὶ τοῦ τείχους, τοῦ Φαγεῖν τὴν κόπρον αἠτῶν καὶ πιεὶν [*](Β) τὸ οὖρον αὐτῶν μεθ’ ὑμῶν ἅμα;

καὶ .ἔστη Ῥαψάκης καὶ ἐβόησεν μεγάλῃ Ἰουδαιστί· καὶ ἐλάλησεν καὶ εἶπεν Ἀκούσατε τοὺς λόγους τοῦ μεγάλου βασιλέως Ἀσσυρίων

Τάδε λέγει ὁ βασιλεύς Μὴ ἐπαιρέτω ὑμᾶς Ἑζεκίας λόγοις, ὅτι οὐ μὴ δύνηται ὑμᾶς ἐξελέσθαι ἐκ χειρὸς αὐτοῦ.

καὶ μὴ ἐπελπιζέτω ὑμᾶς Ἐςεκίας πρὸς Κύριον λέγων Ἐξαιρούμενος ἐξελεῖται Κύριος· οὐ μὴ παραδοθῇ ἡ πόλις αὔτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων.

μὴ ἀκούετε Ἑζεκίου, ὅτι τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων Ποιήσατε μετ’ ἐμοῦ εὐλογίαν καὶ ἐξέλθατε πρὸς μέ, καὶ πίεται ἀνὴρ τὴν ἄμπελον αὐτοῦ, καὶ ἀνὴρ τὴν συκὴν αὐτοῦ Φάγεται, καὶ πίεται ὕδωρ τοῦ λάκκου αὐτοῦ,

ἕως ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς γῆ ὑμῶν, σίτου καὶ οἴνου καὶ ἄρτου καὶ ἀμπελώνων, γῆ έλαίας ἐλαίου καὶ μέλιτος· καὶ ζήσετε καὶ οὐ μὴ ἀποθάνητε. καὶ μὴ ἀκούετε Ἑζεκίου, ὅτι ἀπατᾷ ὑμᾶς λέγων Κύριος ῥύσεται ὑμᾶς.

μὴ ῥυόμενοι ἐρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστιος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός βασιλέως Ἀσσυρίων;

ποῦ ἐστιν ὁ θεὸς Αἱμὰθ καὶ Ἀρφάλ ; ποῦ ἔστιν ὁ θεὸς Σεπφαρουμάιν ; καὶ ὅτι ἐξείλαντο Σαμάρειαν ἐκ χειρός μου ;

τίς ἐν πᾶσιν τοῖς θεοῖς τῶν γαιῶν οἳ ἐξεἰλαντο τὰς γᾶς αὐτῶν ἐκ χειρός μου, ὄτι ἐξελεῖται Κύριος τὴν Ἰερουσαλὴμ ἐκ χειρός μου ;

καὶ ἐκώφευσαν καὶ οὐκ ἀπεκρίθησαν αὐτῷ λόγον, ὄτι ἐντολὴ τοῦ βασιλέως λέγων Οὐκ ἀποκριθήσεσθε αὐτῷ.

καὶ εἰσῆλθεν Ἐλιακεὶμ υἱὸς χελκείου ὁ οἰκονόμος καὶ Σόμνας ὁ γραμματεὺς καὶ Ἰώας υἱὸς Σαφὰν ὁ ἀναμιμνήσκων πρὸς τὸν Ἑζεκίαν διερρηχότες τὰ ἱμάτια, καὶ XIX