Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

XIXβασιλεὺς Ἑζεκίας, καὶ διέρρξεν τὰ ἱμάτια ἑαυτοῦ καὶ περιεβάλετο σάκκον, καὶ εἰσῆλθεν εἰς οἶκον Κυρίου.

καὶ ἀπέστειλεν Ἐλιακεὶμ τὸν οἰκονόμον καὶ Σόμναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ἠσαίαν τὸν προφήτην υἱὸν Ἀμώς,

καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει Ἑζεκίας Ἡμέρα θλίψεως καὶ ἐλεγμοῦ καὶ παροργισμοῦ ἡ ἡμέρα αὔτη, ὄτι ἦλθον υἱοὶ ἔως ὠδίνων, καὶ ἰσχὺς οὐκ ἔστιν τῇ τικτούςῃ.

εἴ πως [*](27 om αμα Α 28 μεγαλη] pr φωνη Α | Ιουδαιστει Α | του μεγαλου] Α Pr του βασιλεως Α 29 om λογοις Α | αυτου] μου Α 30 εξαιρουμενος] εξελουμενος Α | εξελειται] + ημας Α 32 γη 10] pr η Α | σιτου (σειτ. Β)] pr γη Α | αρτου και αμπελεωνων] αμπ. και αρτων Α 33 ερρυσαντο Α 34 Αρφατ Α | Σεπφαρουμαιν] Σεφφαρουαιμ (Σ Α1) Ανα και Αυα· Α | και οτι] μη Α | Σαμαριαν Α 35 γας] γαις Βa mg A 36 λογον] ο 20 Α1 | εντολη του] ολη το sup ras A1 37 υιος 10] ο του Α | οικονομος] + ο υιος Χελκιου Α | Σαφαν] Ασαφ Α XIX 1 βασιλευς] pr o A 2 νιον Αμως] νιος Αμμως Α 3 η ημερα] om η Α)

786
[*](Β) εἰσακούσεται Κύριος ὁ θεός σου πάντας τοὺς λόγους Ῥαψάκου, ὅν ἀτέστειλεν αὐτὸν βασιλεὺς Ἀσσυρίων ὁ κύριος αὐτοῦ ὀνειδίζειν θεὸν ζῶντα καὶ βλασφημεῖν ἐν λόγοις οἷς ἤκουσεν Κύριος ὁ θεός σου, καὶ λήμψῃ προσευχὴν περὶ τοῦ λήμματος τοῦ εὐρισκομένου.

καὶ ἦλθον οἱ παῖες τοῦ βασιλέως Ἑζεκόυ τρὸς Ἠσαίαν,

καὶ εἶπεν αὐτοῖς Ἠσαίας Τάδε ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν Τάδε λέγει Κύριος Μὴ φοβηθῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας, ὧν ἐβλασφ΄μσαν τὰ παικάρια βασιλεως Ἀσσυρίων.

ἰδοὺ ἐγὼ δίδωμι ἐν αὐτῷ πωεῦμα, καὶ ἀκούσεται ἀγγείαν καὶ ἀποστραφήσεται εἰς τὴν γῆν αὐτοῦ· καὶ καταβαλῶ αὐτὸν ἐν ῥομφαίᾳ ἐν τῇ υῇ αὐτοῦ.

Καὶ ἐπέστρεψεν Ῥαψάκης, καὶ εὗρεν τὸν βασιλέα Ἀσσυρίων πολεμοῦντα ἐπὶ Λομνά, ὅτι ἤκουσεν ὅτι ἀπῆρεν ὰπὸ Λαχείς.

καὶ ἤκουσεν περὶ Θαρὰ ἐπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἑζεκίαν λέγων

Μὴ ἐπαιρέτω σε ὁ θεός σου, ἐφ’ ᾧ σὺ πέποιθας ἐν αὐτῷ λέγων Οὑ μὴ παραδοθῇ Ἰερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων.

ἰδοὺ σὺ ἤκουσας πάωτα ὅσα ἐποίησαν βασιλεῖς Ἀσσυρίων πάσαις ταῖς γαῖς, τοῦ ἀναθεματίασαι αὐτάς· καὶ σὺ ῥυσθὴσῃ;

μὴ ἐξείλαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν ; οὐ διέφθειραν οἱ πατέρες μου τὴν τε Γωζὰν καὶ τὴν Χαρρὰν καὶ Ῥάφεις καὶ υἱοὺς Ἔδεμ τοὺς ἐν Θαε- σθέν;

ποῦ ἐστιν ὁ βασιλεὺς Μὰθ καὶ ὁ βασιλεὺς Ἀρφάθ; καὶ ποῦ Σεφφαρουάιν, Ἁνὲς καὶ Οὐδού;

καὶ ἔλαβεν Ἑζεκίας τὰ βιβλία ἐκ χειρὸς τῶν ἀγγέλων καὶ ἀνέγνω αὐτά· καὶ ἀνέβη εἰς οἶκον κυρίου καὶ ἀνέπτυξεν ἀυτὰ Ἑζεκίας ἐναντίον Κυρίου,

καὶ εἶπεν Κύριε ὁ θεὸς Ἰσραὴλ ὁ καθήμενος ἐπὶ τῶν χερουβείν, σὺ εἶ ὁ θεὸς μένος ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς, σὺ ἐποίησας τὸν οὐρανόν καὶ τὴν γῆν.

κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἄκουσου· ἄνοικον, Κύριε, τοὺς ὀφθαλμούς σου καὶ ἴδε, καὶ ἄκουσον τοὺς λόγους Σενναχηρεὶμ οὕς ἀπέστειλεν ὀνειδίζειν θεὸν ζῶντα.

ὅτι ἀληθείᾳ, Κύριε, ἠρή- [*](Α) [*](4 om παντας Α | εν λογοις οις] λουος ους Α | λιμματος Α 6 φοβηθης] φοβου Α | των λουων | pr προσωπου Α | Ασσυριων] + εμε Α 7 αγγελιας Α καταβαλλω Α 8 επεστρεψεν] απεστρ. Α | Λομνα] Λοβνα Α 9 Θαρα] θα|ρακα Α | εξηλθον Α | επστρεψεμ] απεστρ. Α 10 μη 1°] pr ταδε ερειτε προς Εζεκιαν | βασιλεα Ιουδα· τω λεγειν· Α | επαιρετων] επε|ρντησε (sic) A | εν] επ Α 11 γαις] γαιαις Βa?b mg γενεαις Α | ρησθηση Α 12 ον] ους Βa txt et mg b txt A | Ραφεις] Ραφες Βab την Ραφεθ Α | υιους Εδεμ] υιος Εδωμ Α | θαεσθεν] Θαλασσαρ Α 13 Μαθ] Αιθαμ Α | Αρφαδ Α | που 2° βασιλευς της πολεως Α | Σεφφαρουαιμ Α | Αωες] Αινα Α | Ουδου] Αυτα Α 14 των αγγελων] om των Α | αυτα] αυτο Α 15 και 1°] pr και προς|ηυξατο Εζεκιας εις ροσωπον κυ| Α | χερουβειμ ΒabA)

787
μωσαν βασιλεῖς Ἀσσυρίων τὰ ἔθνη,

καὶ ἔδωκαν τοὺς θεοὺς αὐτῶν [*](Β) εἰς τὸ πῦρ, ὅτι οὐ θεοί εἰσιν ἀλλ᾿ ἢ ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθος, καὶ ἀπώλεσαν αὐτούς.

καὶ νῦν, Κύριε ὀ θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ, καὶ γνώσονται πῶσαι αἱ βασιλεῖαι τῆς γῆς ὅτι σὺ Κύριος ὁ θεὸς μόνος.

Καὶ ἀπέστειλεν Ἠσαίας υἱὸς Ἀμὼς πρὸς Ἑζεκίαν λέγων Τάδε λέγει Κύριος ὁ θεὸς τῶν δυνάμεων θεὸς Ἰσραήλ Ἅ προσηύξω πρὸς μὲ περὶ Σενναχηρεὶμ βασιλέως Ἀσσυρίων ἤκουσα.