Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ὅτι λαός σου καὶ κληρονομία σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐκ μέσου χωνευτηρίου σιδήρου.

καὶ ἔστωσαν οἱ ὀφθαλμοί σου καὶ τὰ ὦτά σου ἠνεῳγμένα εἰς τὴν δέησιν τοῦ δούλου σου καὶ εἰς τὴν δεήσιν τοῦ λαοῦ σου Ἰσραήλ, εἰσακούειν αὐτῶν ἐν πᾶσιν οἷς ἂν ἐπικαλέσωνταί σε.

καὶ σὺ διέστειλας σαυτῷ εἰς κληρονομίαν ἐκ πάντων τῶν λαῶν τῆς γῆς, καθὼς ἐλάλησας ἐν χειρὶ δούλου σου Μωυςῆ, ἐν τῷ ἐξαγαγεῖν σε τοὺς πατέρας ἡμῶν ἐκ ηῆς Αἰγύπτου, κύριε Κύριε.

Τότε ἐλάλησεν Σαλωμὼν ὑπὲρ τοῦ οἴκου ὡς συνετέλεσεν τοῦ οἰκοδομῆσαι αὐτόν

  • Ἥλιον ἐγνώρισεν ἐν οὐρανῷ Κύριος·
  • εἶπεν τοῦ κατοικεῖν ἐκ γνόφου.
  • Οἰκοδόμησον οἶκόν μου, οἶκον ἐκπρεπῆ σαυτῷ,
  • τοῦ κατοικεῖν ἐπὶ καινότητος.
  • οὐκ ἰδοὺ αὕτη γέγραπται ἐν βιβλίῳ τῆς ᾠδῆς;

    Καὶ ἐγένετο [*](45 της προσευχης αυτων και της δεησεως αυτων Α 46 αμαρτησεται] + σοι Α Α | επαξεις] επαρεις επ Α | αιχμαλωτιουσιν] + αυτους Α | αιχμαλωτιζοντες] + αυτους Α | γην] την γ. του εχθρου Α 47 και δεηθωσιν σου εν γη μετοικειας αυτων Α | ηνομ. ηδικ. Α 48 προσευξωνται Α | ωκοδομησα Α 49 σου] + την προσευχην αυτων και την| δεησιν αυτων και ποιησεις| κρισιν αυτων· Α 50 εσταις Β* (εση τ. [η superscr] B ab) | ημαρτοσαν Α | οm εις 2° Α 51 σου 2°] + εισιν Α 52 αν] εαν Α 53 και] οτι Β b mg A | εκ γνοφου (εκνοφου Β)] εν γνοφω Α | εκπρεπη] ευπρεπη Α | σαυτω 2°] σεαυτω Α | κενοτητος Α | ουκ ιδου] ουχι Α | βιβλω Α)

    696
    [*](B) ὡς συνετέλεσεν Σαλωμὼν προσευχόμενος πρὸς Κύριον προσευχὴν καὶ τὴν δέησιν ταύτην, καὶ ἀνέστηἀπὸ προσώπου τοῦ θυσιαστηρίου Κυρίου, ὀκλακὼς ἐπὶ τὰ γόνατα αὐτοῦ καὶ αἱ χεῖρες αὐτοῦ διαπεπετασμέναι εἰς τὸν οὐρανόν.

    καὶ ἔστη καὶ εὐλόγησεν πᾶσαν ἐκκλησίαν Ἰσραὴλ Φωνῇ μεγάλῃ λέγων

    Εὐλοκατὰ Κύριος σήμερον, ὃς ἔδωκεν κατάπαυσιν τῷ λαῷ αὐτοῦ Ἱσραὴλ κατὰ πάντα ὅσα ἐλάλησεν. οὐ διεφώνησεν λόγος εἶς ἐν πᾶσιν τοῖς λόγοις αὐτοῦ τοῖς ἀγαθοῖς οἶς ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Μωυςῆ.

    γένοιτο Κύριος ὁ θεὸς ἡμῶν μεθ’ἡμῶν καθὼς ἦν μετὰ τῶν πατέρων ἡμῶν. μὴ ἐγκαταλίποιτο ἡμᾶς μηδὲ ἀποστρέψοιτο ἡμᾶς,

    ἐπικλῖναι καρδίας ἡμῶν ἐπ’αὐτὸν τοῦ πορεύεσθαι ἐν πάσαις ὁδοῖς αὐτοῦ καὶ Φυλάσσειν πάσας ἐντολὰς αὐτοῦ καὶ προστάγματα αὐτοῦ ἂ ἐνετείλατο τοῖς πατράσιν ἡμῶν.

    καὶ ἔστωσαν οἱ λόγοι οὖτοι ὡς δεδέημαι ἐνώπιον Κυρίου θεοῦ ποιεῖν τὴ δικαίωμα τοῦ δούλου σου Ἰραὴλ ῥῆμα ἡμέρας ἐν ἡμέρᾳ ἐνιαυτοῦ.

    ὅπως γνῶσιν πάντες οἱ λαοὶ τῆς γῆς ὅτι Κύριος ὁ θεός, αὐτὸς θεὸς καὶ οὐκ ἔστιν ἔτι.

    καὶ ἔστωσαξν αἰ καρδίαι ἡμῶν τέλειαι πρὸς Κύριον θεὸν ἡμῶν, καὶ ὁσίως πορεύεσθαι ἐν τοῖς προστάγμασιν αὐτοῦ καὶ Φυλάσσειν ἐντολὰς αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη.

    Καὶ ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ ἔθυσαν θυσίαν ἐνώπιον Κυρίου.

    καὶ ἔθυσεν ὁ βασιλεὺς Σαλωμὼν τὰς θυσίας τῶν εἰρηνικῶν ὦν ἔθυσεν τῷ κυρίῳ, βοῶν δύο καὶ εἴκοσι χιλιάδες. καὶ ἐνεκαίνισεν τὸν οἶκον Κυρίου ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ Ἰσραήλ.

    τῇ ἡμέρᾳ ἐκείηῃ ἡγίασεν ὁ βασιλεὺς τὸ μέσον τῆς αὐλῆς τὸ κατὰ πρόσωπον τοῦ οἴκου Κυρίου. ὅτι ἐποίησεν ἐκεῖ τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας καὶ τὰ στέατα τῶν εἰρηνικῶν, ὅτι τὸ θυσιαστήριον τὸ χαλκοῦν τὸ ἐνώπιον Κυρίου μικρὸν τοῦ μὴ δλτβασυαθ τὴν ὁλοκαυτωσιν καὶ τὰς θυσίας τῶν εἰρηνικῶν ὑπενεγκεῖν.

    καὶ ἐποίησεν Σαλωμὼν τὴν ἑορτὴν ἐν τῇ ἡμέρᾳ ἐκείηῃ καὶ πᾶς [*](Α) [*](54 οκακλως Α | γονα Α 56 οσα]α Α |λογος]λογοις Α | Μωση δουλου αυτου Α 57 εγκαταλειπ. Α | αποστρεψαιτο Α 58 επ αυτον]signa v 1 prae se fert B? txt et mg προς αυτον Α | πασαις] πασας Β* (πασιας [ι ins ] B ab) 59 λογοι]+μου Α| ως ] ους Α| δουλου] signa v 1 prae se fert B? txt et mg | σου ] +και το δικαιωμα λαου σου Α | ενιαυτου] αυτου Α 60 ο θεος αυτος θεος] αυτος ο θݲςݲ Α 61 θεον]pr τον Α 62 Ισραηλ]+μετ αυτου Α 63 ων Βab mg ]ην Β* ας Α | δυο] sub u latet “σ vel o”(? ε) in B | εικοσι και δυο Α | χιλιαδες] καυτωσιν 10 ]+και το δωρον Α | την ολοκαυτωσιν 20 ]+και το δωρον Α | om υπενεγκειν Α 65 εν τη ημ. εκ. την εορτην Α )

    697
    Ἰσραὴλ μετ’ αὐτοῦ, ἐκκλησία μεγάλη ἀπὸ τῆς εἰσόδου Ἡμὰθ ἕως [*](Β) ποταμοῦ Αἰγίπτου, ἐνώπιον Κυρίου θεοῦ ἡμῶν ἐν τῷ οἴκῳ ᾧ ᾠκοδό- μησεν, ἐσθίων καὶ πίνων καὶ εὐφραινόμενος ἐνώπιον Κυρίου θεοῦ ἡμῶν ἐπτὰ ἡμερας.

    καὶ ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξαέστειλεν τὸν λαίν, καὶ εὐλόγησεν αὐτόν, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὰ σκηνώματα αὐτοῦ χαίροντες· καὶ ἀγαθὴ ἡ καρδία ἐπὶ τοῖς ἀγαθοῖς οἷς ἐποίησεν κύριος τῷ Λαυεὶδ δούλῳ αὐτοῦ καὶ τῷ Ἰσραὴλ λαῷ αὐτοῦ.