Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐγένετο ὡς συνετέλεσεν Σαλωμὼν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ μετὰ εἴκοσι ἔτη, τ[οτε ἐξεκκλησίασεν ὁ βασιλεὺς Σαλωμὼν πάντας τοὺς πρεσβυτέρους Ἰσραὴλ ἐν Σειὼν τοῦ ἐνεγκεῖν τὴν κιβωτὸν διαθήκης Κυρίου ἐκ πόλεως Δαυείδ, αὕτη ἐστὶν Σειών,

ἐν μηνὶ Ἀθαμείν.

καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν

καὶ τὸ σκήωνμα τοῦ μαρτυρίου καὶ τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῷ σκηνώματι τοῦ μαρτυρίου·

καὶ ὁ βασιλεὺς καὶ πᾶς Ἰσραὴλ ἔμποσθεν τῆς κιβωτοῦ θύοντες πρόβατα, βόας, αναρίθμητα.

καὶ εἰσθέρουσιν οἱ ἱερεῖς τὴν κιβωτὸν εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ δαβεὶρ τοῦ οἴκου, εἰς τὰ ἅγια τῶν ἁγίων, ὑπὸ τὰς πτέρυγας τῶν χερουβείν.

ὅτι τὰ χερουβεὶν διαπε- πετασμενα ταῖς πτέρυξιν ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ· καὶ περιε- κάλυπτον τὰ χερουβεὶν ἐπὶ τὴν κιβωτὸν καὶ ἐπὲ τὰ ἅγια αὐτῆς ἀπάνωθεν,

καὶ ὑπερεῖχον τὰ ἡγιασμένα· καὶ ἐνεβλέποντο αἱ κεφα- λαὶ τῶν ἡγιασμένων ἐκ τῶν ἁγίων εἰς πρόσωπον τοῦ δαβείρ, καὶ [*](45 ο οικος αυτων εν οικω] οικος αυτω εν ω Α | εξ ελισσομενης (εξελ. Βb)] Λ εξελισσομενη Α 46 Τιμιων] + μετρον απελεκητων Α | εσωθεν] + και εξωθεν Α 47 om εν Α 48 τιμιοις] pr λιθοις Α 49 κυκλως (sic) A | τρεις στι- χοι] τρισεπιχοι (sic) Α | κεκολαμμενης Α 50 συντελεσεν (συντ. Β*). . . αυτου] οικοδομησε|| αυλην οικου κυ την εσωτατην| των αιλαμ του οικου του κατα προ|σωπον του ναου· Α VIII 1 om και εγενετο...ετη Α | ως συνετελεσεν] εν τω συντελεσαι Βab | τον οικο| (1°) sup ras B1?a | Ισραηλ] + συν πασας κεφα- λας τω| ραβδων επησμενους των πατε|ρων των υιων Ισλ προς τον βασι|λα Σαλω- μων Α | Σιων ΒbA (bis) | ενεγκειν] ανενεγκειν Α | Κυριου 2°] κς Α 2 εν μηνι Αθαμειν] και εξεκκλησιασθησαν προς| τον βασιλεα Σαλωμων πας ανηρ| Ισλ εν μ. Αθανειμ εν τη εορτη| αυτος ο μην εβδομηκστος εβδο|μος· και ηλθεν παν- τες οι πρεσβυ|τεροι Ισλ· Α 4 και 1°] pr και ανεβιβασαν την| κιβωτον κυ Α | τα σκευη] pr παντα Α | μαρτυριου 2°] + και ανεβιβασαν αυτα οι| ιερεις και οι Λευιται Α 5 βασιλευς] + Σαλωμων Α | πας Ισραηλ] πασα συναγωγη| Ιηλ οι συντεταγμενοι επ αυτον| συν αυτω Α | βοας αναριθμητα] και βοας| α ου ψηφισθησεται αναριθμητα | απο πληθους· Α 6 κιβωτον] + διαθηκης κυ Α| δαβειρ] χρηματιστηρὶ Ba?b?mg 7 om πει 2° Α)

692
[*](Β) οὐκ ὠπτάνοντο ἔξω.

οὐκ ἦν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες λίθιναι, π0λάκες τῆς διαθήκης ἕθηκεν Μωυσῆς ἐν Χωρήβ, ἃ διέθετο Κύριος μετὰ τῶν υἱῶν Ἰσραὴλ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς ἐκ γῆς Αἰγύπτου.

καὶ ἐγένετο ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ τοῦ ἁγίου, καὶ ἡ νεφέλη ἔπλησεν τὸν οἶκον·

καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στήκειν λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἔπλησεν δόξα Κυρίου τὸν οἶκον·

Καὶ ἀπέστρεψεν ὁ βασιλεὺς τὸ πρόσωπον αὐτοῦ, καὶ εὐλόγησεν ὁ βασιλεὺς πάντα Ἰσραήλ· καὶ πᾶσα ἐκκλησία Ἰσραὴλ ἱστήκει·

καὶ εἶπεν Εὐλογητὸς Κύριος ὁ θεὸς Ἰσραὴλ σήμερον, ὃς ἐλάλησεν ἐν τῷ στόματι αὐτοῦ περὶ Δαυεὶδ τοῦ πατρός μου καὶ ἐν ταῖς χερσὶν ἀυτοῦ ἐπλήρωσεν λέγων

Ἀφ’ ἧς ἡμέρας ἐξήγαγον τὸν λαόν μου τὸν Ἰσραὴλ ἐξ Αἰγύπτου, οὐκ ἐξελεξάμην ἐν πόλει ἐν ἑνὶ σκήπτρῳ Ἰσραήλ, τοῦ οἰκοδομπησαι οἶναι ἐπὶ τὸν λαόν μου τὸν Ἰσραήλ.

καὶ ἐγέωετο ἐπὶ τῆς καρδίας τοῦ πατρός μου οἰκοδομῆσαι οἶκον τᾦ ὀνόματι Κυρίου θεοῦ Ἰσραήλ.

καὶ εἶπεν Κύριος πρὸς Δαυεὶδ τὸν πατέρα μου Ἀνθ’ ὧν ἦλθεν ἐπὶ τὴν καρδίαν σου τοῦ οἰκοδομπησαι οἶκον τῷ ὀνόματί μου, καλῶς ἐποςιησας ὅτι ἐγενήθη ἐπὶ τὴν καρδίαν σου.

σὺ οὐκ οἰκοδομήσεις τὸν οἶκον· ἀλλ’ ἢ ὁ υἱός σου ὁ ἐξελθὼν ἐκ τῶν πλευρῶν σου, οὑτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου.

καὶ ἀνέστησεν Κύριος τὸ ῥῆμα αὐτοῦ ὃ ἐλάλησεν· καὶ ἀνέστην ἀντὶ Δαυεὶδ τοῦ πατρός μου, καὶ ἐκάθιας ἀπὶ τοῦ θρόνου Ἰσραὴλ καθὼς ἐλάλησεν, καὶ ᾠκοδόμησα τὸν οἶκον τᾦ ὀνόματι Κυρίου θεοῦ Ἰσραήλ.

καὶ ἐθέμην ἐκεῖ τόπον τῇ κιβωτῷ ἐν ᾗ ἐστιν ἐκεῖ διαθήκη Κυρίου ἣν διέθετο Κύριος μετὰ τῶν πατέρων ἡμῶν ἐν τῷ ἐξαγαγεῖν αὐτὸν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.

Καὶ ἀνέστη Σαλωμῶν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου Κυρίου ἐνώπιον πάσης ἐκκλησίας Ἰσραήλ, καὶ διεπέτασεν τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν