Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

θυμιῶντες ἐπὶ τοῖς ὑψηλοῖς, ὅτι οὐκ ᾠκοδομήθη οἶκος τῷ κυριῳ ἕως νῦν.

καὶ ἠγάπησεν Σαλωμὼν τὸν κύριον, πορεύεσθαι ἐν τοῖς προστάγμασιν Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, πλὴν ἐν τοῖς ὑψηλοῖς [*](Α) [*](46 Βαναιαυ Α | νιω Ιωδαε] τω Ιωιαδαε Α | αυτον] + και απεθανεν· Α 46 a—1 om και ην ο βασιλευς . . . εν Ιερουσαλημ Α. 46 h Ορνιου Bb | πλινθιου Bb 46 I τεσσαρακ. Bb. III 2 θυμιωντες] pr της δε βασιλειας εδρασθεισης | εν χειρι Σαλωμων επιγαμιᾶ| εποιησατο Σαλωμων προς Φα|ραω βασιλεα Αιγυπτου· και ελα|βεν την θυγατερα Φαραω· και| εισηγαγεν αυτην εις την πο|λιν Δαδ· εως ου συνετελεσεν| οικοδομων τον οικον εαυτου| και τον οικον κυ· και το τειχος| Ιημλ (sci)· κυκλω· πλην ο λαος ησαν Α | επι] εν Α | κυριω] ονοματι κ ݲυ ݲ Α | νυν] των ημερων εκεινων Α)

679
ἔθυεν καὶ ἐθυμία.

καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Γαβαὼν θῦσαι [*](Β) ἐκεῖ, ὅτι αὐτὴ ὑψηλοτάτη καὶ μ(??)γάλη· χιλίαν ολοκαύτωσιν ἀνήνεγκεν Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον ἐν Γαβαών.

καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν ἐν ὕπνῳ τὴν νύκτα· καὶ εἶπεν Κύριος πρὸς Σαλωμών Αἴτησαί τι αἴτημα σαυτῷ.

καὶ εἶπεν Σαλωμώνβ Σύ ἐποίησας μετὰ σοῦ, δούλου σου Δαυεὶδ τοῦ πατρός μου ἔλεος μέγα, καθὼς διῆλθεν ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν δικαιοςύνῃ καὶ ἐν εὐθύτητι καρδίας μετὰ σοῦ, καὶ ἐφύλαξας αὐτῷ τὸ ἔλεος τὸ μέγα τοῦτο, δοῦναι τὸν υἱὸν αὐτοῦ ἐπὶ τοῦ θρόνου αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη.

καὶ νῦν, Κύριε ὁ θεός μου, σὺ ἔδωκας τὸν δοῦλόν σου ἀντὶ Δαυεὶδ τοῦ πατρός μου· καὶ ἐγώ εἰμι παιδάριον μικρόν, καὶ οὐκ οἶδα τὴν ἔξοδόν μου καὶ τὴν εἴσοδόν μου.

ὁ δὲ δοῦλός σου ἐν μέσῳ τοῦ λαοῦ σου, ὅν ἐξελέξω λαὸν πολὺν ὃς οὐκ ἀριθμηθήσεται.

καὶ δώσεις τῷ δούλῳ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοςύνῃ, καὶ τοῦ συνειῖν ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ· ὅτι τίς δυνήσεται κρίνειν τὸν λαόν σου τὸν βαρὺν τοῦτον;

καὶ ἥρεσεν ἐνωπιον Κυρίου ὅτι ᾐτήσατο Σαλωμὼν βαρὺν τοῦτο.

καὶ εἶπεν Κύριος πρὸς αὐτόν Ἀνθ’ ὧν ᾐτήσω παρ’ ἐμοῦ τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ᾐτήσω σαυτῷ ἡμέρας πολλὰς καὶ οὐκ ᾐτήσω πλοῦτον οὐδὲ ᾐτήσω ψυχὰς ἐχθρῶν σου, ἀλλ’ ᾐτήσω σαυτῷ τοῦ συνιεῖν τοῦ εἰσακούειν κρίμα·