Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Kκαὶ ἦν ὁ βασιλεὺς Σαλωμὼν φρόνιμος σφόδρα καὶ σοφός· καὶ Ἰουδὰ καὶ Ἰσραὴλ πολλοὶ σφόδρα ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος, ἐσθίουτες καὶ πίνοντες καὶ χαίροντες.

καὶ Σαλωμὼν ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις, καὶ ἦσαν προσφέροντες δῶρα καὶ ἐδούλευον τῷ Σαλωμὼν πάσας τὰς τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.

καὶ Σαλωμῶν ἤρξατο ἀνοίγειν τὰ δυναστεύματα τοῦ Λιβάνου·

καὶ αὐτὸς ᾠκοδόμησεν δόμησεν τὴν Φερμαὶ ἐν τῇ ἐρήμῳ.

καὶ τοῦτο τὸ ἄριστον τῷ Σαλωμών. τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου, δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν νομάδων.

οὐκ ἦν ἄρχων ἐν παντὶ πέραν τοῦ ποταμοῦ ἀπὸ Ῥαφεὶ ἔως Γάζης, ἐν πᾶσιν τοῖς βασιλεῦσιν πέραν τοῦ ποταμοῦ;

καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν αὐτοῦ κυκλόθεν· καὶ κατῴκει Ἰσυδὰ καὶ Ἰσραὴλ πεποιθότες, ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ ὑπὸ τὴν συκῆν αὐτοῦ, ἐσθίοντες καὶ πίνοντες ἀπὸ Δὰν καὶ ἕως Βηρςάβεε πάσας τὰς ἡμέρας Σαλωμών.

καὶ οὗτοι οἱ ἄρχοντες τοῦ Σαλωμών· Ἀζαριοὺ υἱὸς Σαθὼκ τοῦ ἱερέως, καὶ Ὀρνειοὺ υἰὸς Ναθάν, ἄρχων τῶν ἐφεστηκότων, καὶ ἔδραμεν ἐπὶ τὸν οἶκον αὐτοῦ. καὶ Σουβὰ γραμματεύς, καὶ Βαςὰ υἱὸς Ἀχειθάλαμ ἀναμιμνήσκων, καὶ Ἀβεὶ υἱὸς Ἰωὰβ ἀρχιστράτηγος, καὶ Ἀχειρὲ υἱὸς Ἐδραεὶ ἐπὶ τὰς ἄρσεις, καὶ Βαναιὰ υἱὸς Ἰωδᾶε ἐπὶ τῆς αὐλαρχίας καὶ ἐπὶ τοῦ πλινθείου, καὶ Καχοὺρ υἱὸς Ναθὰν ὁ σύμβουλος.

καὶ ἦσαν τῷ Σαλωμὼν τεσσεράκοντα χιλάδες τοκάδες ἵπποι εἰς ἅρματα, καὶ δώδεκα χιλιάδες ἵππων·

κ καὶ ἦν ἄρχων ἐν πᾶσιν τοῖς βασιλεῦσιν ἀπῖο τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου.

Σαλωμὼν υἱὸς Δαυεὶδ ἐβαςίλευσεν ἐπὶ Ἰσραὴλ καὶ Ἰουδὰ ἐν Ἰερουσαλήμ.