Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσι τῶν αρμάτων αὐτοῦ τριάκοντα καὶ δυςὶν λέγων Μὴ πολεμεῖτε μικρὸν καὶ μέγαν ἀλλ᾿ ἢ τὸν βασιλέα Ἰσραὴλ μονώτατον.

καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ἰωσαφὰθ βασιλέα Ἰούδα, καὶ αὐτοὶ εἶπον Φαίνεται βασιλεὺς Ἰσραὴλ οὗτος· καὶ ἐκύκλωσαν αὐτὸν πολεμῆσαι· καὶ ἀνέκραξεν Ιωσαφάθ.

καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἔστιν βασιλεὺς Ἰσραὴλ οὗτος, καὶ ἀπεστρεψαν ἀπ αὐτοῦ.

καὶ ἐπέτεινεν εις τὸ τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα Ἰσραὴλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος· καὶ εἶπεν τῷ ἡνιόχῳ αὐτοῦ Ἐπίστρεψον τὰς χεῖράς σου καὶ ἐξάγαγέ με ἐκ του πολέμου, ὅτι τέτρωμαι.

καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἠμέρᾳ ἐκείνῃ· καὶ ὁ βασιλεὺς ἦν ἑστηκὼς ἐπὶ τοῦ ἄρματος ἐξ ἐναντίας Συρίας ἀπὸ πρωὶ ἕως ἑσπέρας, καὶ ἀπεχύννετο αἷμα ἐκ τῆς πληγῆς εἰς τὸν κόλπον τοῦ ἅρματος· καὶ ἀπέθανεν ἑσπέρας, καὶ ἐξεπορύετο τὸ αἷμα τῆς τροπῆς ἔως τοῦ κόλπου τοῦ ἅρματος.

καὶ ἔστη ὁ στρατοκήρυξ δύνοτος τοῦ ἡλίου λέγων Ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν καὶ εἰς τὴν ἑαυτοῦ γῆν,

ὅτι τέθνηκεν ὁ βασιλεύς. καὶ ἦλθον εἰς την Σαμάρειαν, καὶ ἔθαψαν τὸν βασιλέα ἐν Σαμαρείᾳ.

καὶ ἀπένιψαν τὸ αἷμα ἐπὶ τὴν κρήνην Σαμαρείας, καὶ ἐξέλιξαν αἰ ὕες καὶ οἱ κύνες τὸ αἷμα· [*](Α) [*](26 υιω] υιον Α 27 ειπον] + ταδε λεγει ο βασιλευς Α |θεσθαι ΒΑ |εσθιειν] εσθιετω Α |om αυτον Α | επιστρεψαι με] επιστρεψωμεν Α 28 ου λελαληκεν] ουκ ελαλησεν Α | εμοι] + και ειπεν ακουσατε λαοι παντες Α 30 συνκαλυψομαι (συγκ. Bab)] συγκαλυψο|με Α |βασιλευς 2°] pr o A 31 δυσιν] δυο Α |η] ην A 32 ιδον Α | τον Ιωσ.] των Ι. Α |Ιωσαφαθ] Ιωσαφατ B ab A (item 41, 45, 46 bis, 52) 33 εγενετο] εγενοντο Α |ιδον Α |απεστρεψαν Β* Α] ανεστρ. Β ab 34 επετεινεν] ενετεινεν Α | το τοξον] om το Α |τας χειρας] την χειρα Α 35 απεχυννετο] ἀπέχυννε τὸ Bb ἀπεχύννετο τὸ Bc | της τ ροπης] Pr εκ Α 36 στρατοκηρυξ] + εν τη παρεμβολη A |γην] +αποτρεχετω· Α 37 την Σαμαρειαν] Σαμαριαν Α |Σαμαρια Α 38 αιμα Ι°] αρμα Α | εξελειξαν Α | αιμα 2°] + αυτου Α)

739
καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἳματι, κατὰ τὸ ῥῆμα Κυρίου ὃ [*](Β) ἐλάλησεν.

καὶ τὰ λοιπὰ τῶν λόγων Ἀχαὰβ καὶ πάντα ἃ ἐποίησεν, καὶ οἶκον ἐλεφάντινον ὃν ᾠκοδόμεησεν καὶ πάσας τὰς πόλεις ἃς ἐποίησεν, καὶ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ λόγων τῶν πατέρων τῶν βασιλέων Ἰσραήλ.

καὶ ἐκοιμήθη Ἀχαὰβ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβαςίλευσεν Ὀχοζείας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.