Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔγραψεν βιβλίον ἐπὶ τῷ ὀνόματι Ἀχαὰβ καὶ ἐσθραγίσατο τῇ σφραγῖδι αὐτοῦ, καὶ ἀπέστειλεν τὸ βιβλίον πρὸς τοὺς πρεσβυτέρους καὶ τοὺς ἐλευθέρους τοὺς κατοικοῦντας μετὰ Ναβουθαί.

καὶ ἐγέγραπτο ἐν τοῖς βιβλίοις λέγων Νηστεύσατε νηστείαν, καὶ καθίσατε τὸν Ναβουθαὶ ἐν ἀρχῇ τοῦ λαοῦ·

καὶ ἐνκαθίσατε δύο ἄνδρας, υἱοὺς παρανόμων.

καὶ ἐκάθισαν ἐξ ἐναντίας αὐτοῦ, καὶ κατεμαρτύρησαν αὐτοῦ λέγοντες Ηὐλόγηκας θεὸν καὶ βασιλέα· καὶ ἐξήγαγον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις, καὶ ἀπέθανεν.

καὶ ἀπέστειλαν πρὸς Ἰεζάβελ λέγοντες Λελιθοβόληται Ναβουθαὶ καὶ τέθνηκεν.

καὶ ἐγένετο ὡς ἤκουσεν Ἰεζάβελ, καὶ εἶπεν πρὸς Ἀχαάβ Ἀνάστα, κληρονομει τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ Ἰσραηλείτου ὃς οὐκ ἔδωκέν σοι αργυρίου, ὅτι οὐκ εστιν Ναβουθαὶ ζῶν, ὅτι τέθνηκεν.

καὶ ἐγένετο ὡς ἤκουσεν Ἀχαὰβ ὅτι τέθνηκεν Ναβουθὰι ὁ Ἰσραηλείτης, καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ καὶ περιεβάλετο σάκκον· καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἀνέστη καὶ κατέβη Ἀχαὰβ εἰς τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ Ἰσραηλείτου κληρονομῆσαι αὐτόν.

Καὶ εἶπεν [*](Α) [*](5 προς αυτον Ιεζ. η γυν αυτου Α | και 2°] pr και εισηλθεν προς αυτον Α 6 ελαλησα] α 2° sup ras B? | Ισραηλιτ. Βb (item 7,15 ,16 bis, 27) | βουλη Α | αντ αυτου] αντι τουτου Α | μου] + σοι Α 7 αυτου] post ν 2° ras aliq in fine lin B? | om συ Α | βασιλεα] βασιλειαν Α 8 τους ελευθ.] pr προς Α | τους κατοικ.] pr οι εν τη πολει αυτου Α 9 νηστιαν Α 10 ενκαθισατε (εγκ. Βb)] καθισατε Α | παρανομων] + εξ εναντιας αυτου| και καταμαρτυρησατωσαν αυτου| λεγοντες· ηυλογησεν θνݲ και βα|σιλεα· και εξαγαγετωσαν αυτον| και λιθοβολησατωσαν αυτον· | και αποθανετω· | (11) και εποιησαν οι ανδρες πολεως αυτου οι πρεσβυτεροι και οι ελευ|θεροι οι καθημενοι εν πολει| αυτου καθα απεστειλεν προς | αυτους· (12) κεκλεσεν νηστιαݲ· | και εκαθισαν τον Ναβουθαι εν| κεφαλη του λαου (13) και ηλθον δυο|ανδρες οι υιοι παρανομων Α 13 om αυτου 2° Α | λεγοντες] pr ανδρες| της αποστασιας (αποστασια Α* ς superscr A1) του Ναβουθαι·| κατεναντι του λαου Α | ηυλογηκας] νυλογησεν Ναβουθαι Α | λιθοις] pr εν Α 15 Ιεζαβελ] + οτι λεγιθοβοληται Ναβουθαι και| απεθανεν· | Α | ειπεν] + Ιεζαβελ Α 16 εαυτου] αυτου Α | Αχααβ και κατεβη Α)

731
Κύριος π ρὸς Ἠλειοὺ τὸν Θεσβείτην λέγων

Ἀνάστηθι καὶ κατάβηθι [*](Β) εἰς ἀπαντὴν Ἀχαὰβ βασιλέως Ἰσραὴλ τοῦ ἐν Σαμαρείᾳ, ὅτι οὗτος ἐν ἀμπελῶνι Ναβουθαί, ὅτι καταβέβηκεν ἐκεῖ κληρονομῆσαι αὐτόν.

καὶ λαλήσεις πρὸς αὐτὸν λέγων Τάδε λέγει Κύριος Ὡς σὺ ἐφόνευσας καὶ ἐκληρονόμησας, διὰ τοῦτο τάδε λέγει Κύριος Ἐν παντὶ τόπῳ ᾧ ἔλιξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα Ναβουθαί, ἐκεῖ λίξουσιν οἱ κύωες τὸ αἷμά σου, καὶ αἱ πόρωαι λούσονται ἐν τῷ αἵματί σου.

καὶ εἶπεν Ἀχαἀβ πρὸς Ἀλειού Εἰ εὕρηκάς με, ὁ ἐχθρός μου; καὶ εἶπεν Εὕρηκα, διότι μάτην πέπρασαι ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, παρορηίσαι αὐτον.

ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ κακά, καὶ ἐκκαύσω ἀπίσω σου καὶ ἐξολεθρεύσω τοῦ Ἀχαὰβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐνκαταλελειμμένον ἐν Ἰσραήλ·

καὶ δώσω τὸν υἶκόν σου ὡς τὸν οὖκον Ἰερβοὰμ υἱοῦ Ναβὰθ καὶ ὡς τὸν οἶκον Βααςὰ υἱοῦ Ἀχειά, περὶ τῶν παροργισμάτων ὧν παρώρηισας καὶ ἐξήματρες τὸν Ἰσραήλ.

καὶ τῇ Ἰεζάβελ ἐλάλησεν Κύριος λέγων Οἱ κύνες καταφάγουται αὐτὴν ἐν τῷ προτειχίσματι τοῦ Ἰσραήλ.

τὸν τεθνη- κότα τοῦ Ἀχαὰβ ἐν τῇ πόλει φάγονται οἱ κύνες, καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ φάγονται τὰ πετεινὰ τοῦ οὐρανοῦ.

πλὴν ματαίως Ἀχαάβ, ὡς ἐπράθη ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, ὡς μετέθηκεν αὐτὸν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ·

καὶ ἐβδελύχθη σφόδρα πορεύεσθαι ὀπίσω τῶν βδελυγμάτων κατὰ πάντα ἅ ἐποίησεν ὁ Ἀμορραῖος, ὅν ἐξωλεθρευσεν Κύριος ἀπὰ προσώπου υἱῶν Ἰσραληλ.

καὶ ὑπὲρ τοῦ λόγου ὡς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου τοῦ κυρίου, καὶ ἐρορεύετο κλαίων καὶ διέρρηξεν τὸν χιτῶνα αὐτοῦ καὶ ἐζώσατο σάκκον ἐπὶ τὸ σῶμα αὐτοῦ καὶ ἐνήστευσεν· καὶ περιεβάετο σάκκον ἐν τῇ ἡμέρᾳ ᾖ ἐπάταξεν ναβουθαὶ τὸν Ἰσραηλείτην, καὶ ἐπρεύθη.

καὶ ἐγένετο ῥῆμα Κυρίου ἐν χειρὶ δούλου αὐτοῦ Ἠλιοὺ περὶ Ἀχαάβ, καὶ εἶπεν Κύριος

Ἑώρακας ὡς κατενύγν Ἀχαὰβ ἀπὸ προσώπου μου; οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ· καὶ ἐν ταῖς ἡμέραις υἱοῦ αὐτοῦ ἐπάξω τὴν κακίαν.