Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ εἰσῆλθεν ἐκεῖ εἰς τὸ σπήλαιον καὶ κατέλυσεν ἐκεῖ· καὶ ἰδοὺ ῥῆμα Κυρίου πρὸς αὐτὸν καὶ εἶπεν Τί σὺ ἐνταῦθα, Ἠλειού;

καὶ εἶπεν Ἠλειού Ζηλῶν ἐζήλωκα τῷ κυρίῳ Παντοκράτορι, ὅτι ἐνκατέλιπόν σε οἱ υἱοὶ Ἰσραήλ· τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν εν ῥομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῆσί μου τὴν ψυχὴν λαβεῖν αὐτήν.

καὶ εἶπεν Ἐξελεύσῃ αὔριον καὶ στήσῃ ἑνώπιον Κυρίου ἐν τῷ ὄρει· ἰδοὺ παρελεύσεται Κύριος. καὶ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη καὶ συντρῖβον πέτρας ἐνώπιον Κυρίου, ἐν τῷ πνεύματι Κυρίου· καὶ μετὰ τὸ πνεῦμα συνσεισμός, οὐκ ἐν τῷ συνσεισμῷ Κύριος·

καὶ μετὰ τὸν συνσεισμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ Κύριος· καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς.

καὶ ἐγένετο ὡς ἤκουσεν Ἠλειού, καὶ ἐπεκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν τῇ μηλωτῇ ἑαυτοῦ, καὶ ἐξὴλθεν καὶ ἔστη ὑπὸ σπήλαιον· καὶ ἰδοὺ πρὸς αὐτὸν φωνὴ καὶ εἶπεν Τί σὺ ἐνταῦθα, Ἠλειού;

καὶ εἶπεν Ἠλειού Ζηλῶν ἐζήλωκα τῷ κυρίῳ Παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ἰσραήλ, τὴν διαθήκην σου καὶ τὰ θυσιαστήριά σου καθεῖλαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπολέλιμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν.

καὶ εἶπεν Κύριος πρὸς αὐτόν Πορεύου, ἀνάστρεφε εἰς τὴς ὁδόν σου, καὶ ἥξεις εἰς τὴν ὁρδὸν [*](Α) [*](4 Ραθμεν] Ραμαθ Α | νυν] + κݲεݲ Α | om δη Α 5 om και 5° Α 6 εγκρ. ολυριτης B b A | καμψακης Α 7 αναστα] αναστηθει Α 8 τεσσαρακ. B b ( bic) | ορους] + του θῦ Α | Χωρηβ] pr του Α 10 εζηλωκα] εζηλωσα Α | εγκατελιπον B b γεκατελειπον Α | om και 2° Α | ζητουσιν Α | την ψυχην μου Α 11 εν τω ορει ενωποιν κݲυݲ· | Α ιδου] pr και Α | κݲςݲ παρελευσεται Α | εν 2°] pr ουκ Α 12 λεπτης] + |κακει κݲςݲ·| Α 13 σπηλαιον ] pr το Α 14 εζηλωσα Α | εγκατελειπον Α | om σε B b (vid)| om την διαθηκην σου και Α | ρομφαιαις Α | υπολελειμμαι B b (vid) (ι superscr) A | ζητουσιν Α)

729
ἐρήμου Δαμασκοῦ· καὶ ἥξεις καὶ χρίσεις τὸν Ἁζαὴλ εἰς βασιλέα τῆς [*](Β) Συρίας·

καὶ τὸν υἱὸν Εἰοὺ υἱοῦ Ναμεσθεὶ χρίσεις εἰς βασιλέα ἐπὶ Ἰσραήλ. καὶ τὸν Ἐλεισαῖς υἱὸν Σαφὰρ χρίσεις ἐξ Ἐβαλμαουλὰ προφήτην ἀντὶ σοῦ.

καὶ ἔσται τὸν σωζόμενον ἐκ ῥομφαίας Ἁζαὴλ θανατώσει Εἰού, καὶ τὸν σωζόμενον ἐκ ῥομφαίας Εἰοὺ θανατώσει Ἐλεισαῖε.

καὶ καταλείχεις ἐν Ἰσραὴλ ἑπτὰ χιλάδας ἀνδρῶν, πάντα γόνατα ἅ οὐκ ὤκλασαν γόνυ τῷ Βάαλ, καὶ πᾶν στόμα ὅ οὐ προσεκύνησεν αὐτῷ.

Καὶ ἀπῆλθεν ἐκεῖθεν, καὶ εὑρίσκει τὸν Ἐλεισαῖε υἱὸν Σαθάτ, καὶ αὐτὸς ἠροτρία ἐν βουςίν· δώδεκα ζεύγη ἐνώπιον αὐτοῦ, καὶ αὐτὸς ἐν τοῖς δώδεκα· ἐπῆλθεν ἐπ’ αὐτόν, καὶ ἐπέρριχε τὴν μηλωτὴν αὐτοῦ ἐπ’ αὐτόν.

καὶ κατέλιπεν Ἐλεισαῖε σαῖς τὰς βόας, καὶ κατέδραμεν ὀπίσω Ἠλειοὺ καὶ εἶπεν καταφιλήσω τὸν πατέρα μου καὶ ἀκολουθήσω ὀπίσω σου· καὶ εἶπεν Ἠλειού Ἀνάστρεφε, ὅτι πεποίηκά σοι.

καὶ ἀνέστρεχεν ἐξόπιθεν αὐτοῦ, καὶ ἔλαβεν τὰ ζεύην τῶν βοῶν καὶ ἔθυσεν καὶ ἥψησεν αὐτὰ ἐν τοῖς σκεύσει τῶν βοῶν, καὶ ἔδωκεν τῷ λαῷ καὶ ἔφαγον· καὶ ἀνέστη καὶ ἐπορεύθη ὀπίσω Ἠλειού, καὶ ἐλειτούργει αὐτῷ.

Καὶ ἀμπελὼν εἷς ἦν τῷ Ναβουθαὶ τῷ Ἰσρανλείτῃ παρὰ τῷ ἅλῳ Ἀχαὰβ βασιλέως Σαμαρείας.

καὶ ἐλάλησεν Ἀχαὰβ πρὸς Ναβουθαὶ λέγων Δός μοι τὸν ἀμπελῶνά σου καὶ ἔσται μοι εἰς κῆπον λαχάνων, ὅτι ἐγγίων οὗτος τῷ οἴκῳ μου, καὶ δώσω σοι ἀμπελῶνα ἄλλον ἀγαθὸν ὑπὲρ αὐτόν· εἰ δὲ ἀρέσκει ἐνώπιὸν σου, δώσω σοι ἀργύριον ἄλλαγμα ἀμπελῶνός σου τούτου, καὶ ἔσται μοι εἰς κῆπον λαχάνων.

καὶ εἶπεν Ναβουθαὶ πρὸς Ἀχαάβ Μὴ γένοιτό μοι παρὰ θεοῦ μου δοῦναι κληρονομίαν πατέρων μου σοί.

καὶ ἐγένετο τὸ πνεῦμα Ἀχαὰβ τεταραγμένον, καὶ ἐκοιμήθη ἐπὶ τῆς κλίνης αὐτοῦ καὶ συνεκάλυψεν τὸ πρόσω- [*](15 χρισεις] χρησεις εκει Α | τον Αζαηλ] om τον Α 16 Ειου] Ηιου Α | Α om υιου Ναμεσθει χρισεις εις Α | Ελισαις Βb Ελισσαιε Α (ita fere ubique) | Σαφατ Α | χρισεις εξ Εβαλμαουλα] απο Αβελμαουλ χρησεις Α 17 Ειου Ι°] Ιηου Α | om και τον σωζ. εκ ρομφ. Ειου Α 18 om γονυ Α | προσκυνησει Α 19 ζευγη] βοων Α | επηλθεν] και απηλθεν Ελισσαιε Α | επερριψεν Α 20 κατελειπεν Α | κατεδραμεν] επεδρ. Α | Ηλειου 2°] αυτω Α | αναστρεφε] pr πορευου Α 21 τα ζευγη] το ζευγος Α | om και 4° Α | εν τοις σκευσιν των βοων ηψησεν αυτα Α ΧΧ (=ΧΧΙ in A) 1 αμπελων] pr εγενετο μετα τα ρηματα ταυτα Α | ην εις Α | Ισρηλιτ. BbA (item 6, 7, 15, bis, 27) 2 εγγιων Β* Α (εγγειων Βa [ε ins]) | αλλαγμα] ανταλλαγμα Α | αμπελωνος] pr του Α | om σου 3° Α 3 Ναβουθα Α* (Ναβουθαι Α1) | om\ μοι Α 4 εγενετο το πν. Αχ. τεταραγμ.] ηλθεν Αχααβ προς οικον αυπου| συγκεχυμενος αυτον Ναβουθαι ο Ισρανλι|της και ειπεν ου δωσω σοι κληρο|νομιαν πρων μου·| Α)

730
[*](Β) πον αὐτοῦ, καὶ οὐκ ἔφαγεν ἄρτον.

καὶ εἰσῆλθεν Ἰεζάβελ ἡ γυνὴαὐτοὺ πρὸς αὐτὸν καὶ ελάλησεν πρὸς αὐτόν Τί τὸ πνεῦμά σου τεταραγμένον, καὶ οὐκ εἶ σὺ ἐσθίων ἄρτον;

καὶ εἶπεν πρὸς αὐτήν Ὅτι ἐλάλησα πρὸς Ναβουθαι τὸν Ἰσραηλείτην λέγων Δός μοι τὸν ἀμπελῶνά σου ἀργυρίου· εἰ δὲ βουλει, δώσω σοι ἀμπελῶνα ἄλλον ἀντ’ αὐτοῦ· καὶ εἶπεν Οὐ δώσω σοι κληρονομίαν πατέρων μου.

καὶ εἶπεν πρὸς αὐτὸν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ Σὺ νῦν οὕτως ποιεῖς βασιλέα ἐπὶ Ισραήλ; ἀνάστηθι, φάγε ἄρτον καὶ σαυτοῦ γενοῦ· ἐγὼ δώσω σοι τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ Ἰσραηλείτου.