Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Σεμεεὶ πρὸς τὸν βασιλέα Ἀγαθὸν τὸ ῥῆμα ὃ ἐλάλησας, κύριέ μου βασιλεῦ. οὕτω ποιησει ὁ δοῦλός σου. καὶ ἐκάθισεν Σεμεεὶ ἐν Ἰερουσαλὴμ τρία ἔτη.

καὶ ἐγενήθη μετὰ τὰ τρία ἔτη καὶ ἀπέδρασαν δύο δοῦλοι τοῦ Σεμεεὶ πρὸς Ἀγχοὺς υἱὸν Ἀμηςὰ βασιλέα Γέθ· καὶ ἀπηγγέλη τῷ Σεμεεὶ λέγοντες Ἰδοὺ οἱ δοῦλοί σου ἐν Γέθ.

καὶ ἀνέστη Σεμεεὶ καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύθη εἰς Γεθ πρὸς Ἀγχούς, τοῦ ἐκζητῆσαι τοὺς δούλους αὐτοῦ· καὶ ἐπορεύθη Σεμεεὶ καὶ ἤγαγεν τοὺς δούλους αὐτοῦ ἐκ Γέθ.

καὶ ἀπηγγέλη τῷ Σαλωμὼν λέγοντες ὅτι Ἐπορεύθη Σεμεεὶ ἐξ Ἰερουσαλὴμ εἰς Γὲθ καὶ ἀπέστρεψεν τοὺς δούλους αὐτοῦ.

καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν τὸν Σεμεεὶ καὶ εἶπεν πρὸς αὐτόν Οὐχὶ ὤρκισά σε κατὰ τοῦ κυρίου καὶ ἐπεμαρτυράμην σοι λέγων Ἐν ᾖ ἂν ἡμέρᾳ ἐξέλθῃς ἐξ Ἰερουσαλὴμ καὶ πορευθῇς εἰς δεξιὰ ἢ εἰς ἀριστερά, γινώσκων γνώςῃ ὅτι θανάτῳ ἀποθανῇ;

καὶ τί ὅτι οὐκ ἐφύλαξας τὸν ὅρκον Κυρίου καὶ τὴν ἐντολὴν ἣν ἐνετειλάμην κατὰ σοῦ;

καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμεει Σὺ οιδας πᾶσαν τὴν κακίαν σου ἣν ἔγνω ἡ καρδία σου, ἃ ἐποίησας τῷ Δαυεὶδ τῷ πατρί μου· καὶ ἀνταπέδκεν Κύριος τὴν κακίαν σου εἰς κεφαλήν σου.

καὶ ὁ βασιλεὺς Σαλωμὼν νὐλογημένος, καὶ ὁ θρόνος Δαυεὶδ ἔσται ἕτοιμος ἐνώπιον Κυρίου εἰς [*](35 1 ετι ζην Δαδ Α | του σπερμ.] om του Α | Ιεμενει Α 35 m κατηρησατο Α Α 35 n απαντησιν Α 35 ο σν] pr ει Α | πολιαν] πολιν Β 36 εκαλεσεν ο βας.] αποστειλας ο βας. εκαλεσεν Α | ω | κοδομησον Β |σεαυτω οικον Α 37 εξοδου] εξοδιας Α 38 ουτως Α 39 τα τρια] om τα Α | του Σεμεει] τω Σ. Α | Αγχους υιον Αμησα] Αγχις υιον Μααχα Α 40 επεσαξεν Α | Αγχις Α 41 απεστρεψεν] επεστρ. Α 42 αποθανη] + και ειπας μοι αγα| θον το ρημα ο ηκουσα· Α 43 Κυριου] pr του Α | την εντολην] om την Α 44 οιδας] εγνως Α 45 ευλογημενος Α | εσται ετοιμος] αιτοιμος Α )

678
[*](Β) τὸν αἰῶνα.

καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμὼν τῷ Βαναιὰ υἱῷ Ἰωδᾶε, καὶ ἐξῆλθεν καὶ ἀνέλεν αὐτόν.

Kκαὶ ἦν ὁ βασιλεὺς Σαλωμὼν φρόνιμος σφόδρα καὶ σοφός· καὶ Ἰουδὰ καὶ Ἰσραὴλ πολλοὶ σφόδρα ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος, ἐσθίουτες καὶ πίνοντες καὶ χαίροντες.

καὶ Σαλωμὼν ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις, καὶ ἦσαν προσφέροντες δῶρα καὶ ἐδούλευον τῷ Σαλωμὼν πάσας τὰς τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.

καὶ Σαλωμῶν ἤρξατο ἀνοίγειν τὰ δυναστεύματα τοῦ Λιβάνου·

καὶ αὐτὸς ᾠκοδόμησεν δόμησεν τὴν Φερμαὶ ἐν τῇ ἐρήμῳ.

καὶ τοῦτο τὸ ἄριστον τῷ Σαλωμών. τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου, δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν νομάδων.

οὐκ ἦν ἄρχων ἐν παντὶ πέραν τοῦ ποταμοῦ ἀπὸ Ῥαφεὶ ἔως Γάζης, ἐν πᾶσιν τοῖς βασιλεῦσιν πέραν τοῦ ποταμοῦ;

καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν αὐτοῦ κυκλόθεν· καὶ κατῴκει Ἰσυδὰ καὶ Ἰσραὴλ πεποιθότες, ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ ὑπὸ τὴν συκῆν αὐτοῦ, ἐσθίοντες καὶ πίνοντες ἀπὸ Δὰν καὶ ἕως Βηρςάβεε πάσας τὰς ἡμέρας Σαλωμών.

καὶ οὗτοι οἱ ἄρχοντες τοῦ Σαλωμών· Ἀζαριοὺ υἱὸς Σαθὼκ τοῦ ἱερέως, καὶ Ὀρνειοὺ υἰὸς Ναθάν, ἄρχων τῶν ἐφεστηκότων, καὶ ἔδραμεν ἐπὶ τὸν οἶκον αὐτοῦ. καὶ Σουβὰ γραμματεύς, καὶ Βαςὰ υἱὸς Ἀχειθάλαμ ἀναμιμνήσκων, καὶ Ἀβεὶ υἱὸς Ἰωὰβ ἀρχιστράτηγος, καὶ Ἀχειρὲ υἱὸς Ἐδραεὶ ἐπὶ τὰς ἄρσεις, καὶ Βαναιὰ υἱὸς Ἰωδᾶε ἐπὶ τῆς αὐλαρχίας καὶ ἐπὶ τοῦ πλινθείου, καὶ Καχοὺρ υἱὸς Ναθὰν ὁ σύμβουλος.

καὶ ἦσαν τῷ Σαλωμὼν τεσσεράκοντα χιλάδες τοκάδες ἵπποι εἰς ἅρματα, καὶ δώδεκα χιλιάδες ἵππων·

κ καὶ ἦν ἄρχων ἐν πᾶσιν τοῖς βασιλεῦσιν ἀπῖο τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου.

Σαλωμὼν υἱὸς Δαυεὶδ ἐβαςίλευσεν ἐπὶ Ἰσραὴλ καὶ Ἰουδὰ ἐν Ἰερουσαλήμ.