Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἦν τῷ Σαλωμὼν ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει.

καὶ ἐποίησεν Σαλωμὼν τὴν θάλασσαν καὶ τὰ ὑποστηρίγματα καὶ τοὺς λουτῆρας τοὺς μεγάλους καὶ τοὺς στύλους καὶ τὴν κρήνην τῆς αὐλῆς καὶ τὴν θάλασσαν τὴν χαλκῆν. καὶ ᾠκοδόμησεν τὴν ἄκραν ἔπαλξιν ἐπ’ αὐτῆς· διέκοψεν τὴν πόλιν Δαυείδ.

οὕτως θυγάτηρ Φαραὼ ἀνέβαινεν ἐκ τῆς πόλεως Δαυεὶδ εἰς τὸν οἶκον αὐτῆς ὃν ᾠκοδόμησεν αὐτῇ. τότε ᾠκοδόμησεν τὴν ἄκραν.

καὶ Σαλωμὼν ἀνέφερεν τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον ὃ ᾠκοδόμησεν τῷ κυρίῳ, καὶ ἐθυμία ἐνώπιον Κυρίου. καὶ συνετέλεσεν τὸν οἶκον.

καὶ οὗτοι οἱ ἄρχοντες οἱ κατεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμών· τρείς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα.

καὶ ᾠκοδόμησεν τὴν Ἀσσοὺρ καὶ τὴν Μαγαὼ καὶ τὴν Γάζερ καὶ τὴν Βαιθωρὼν ἐπάνω καὶ τὰ Βαλλάθ.

πλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ κυρίου [*](Α) [*](32 om Ισραηλ. . . αρχιστρατηγον Α 33 επεστραφη] απεστρ. Α | αυτου Ι°] αυτων Α |κεφαλην 2°] pr την Α |Δαδ (sic) Α 34 και Ι°] pr και ανεβη Βαναιας υιος Ιωιαδαε Α 35 στρατηγειαν Α | κατωρθουτον Α |om αυτον Α 35 a τω Σαλ. φρονησιν Α 35 c τον οικον] pr τον οικον αυτου και Α |om εν 2° Α |35 d ην] ησαν Α |om αιροντες αρσιν και ογδοηκοντα χιλιαδες Α 35 g om εν Α 35 h του λαου] τω λαω Α 35 I Μαγαω] Μαγδω Α |γαζερ] Αζερ Α |βαιθωρωθ Α Βαλλαθ] Βαλαλαθ Α)

677
καὶ τὸ τεῖχος Ἰερουσαλὴμ κύκλῳ, μετὰ ταῦτα ᾠκοδόμησεν τὰς πόεις [*](Β) ταύτας.

Καὶ ἐν τῷ ἔτι Δαυεὶδ ζῇν ἐνετείλατο τῷ Σαλωμὼν λέγων Ἰδοὺ μετὰ σοῦ Σεμεεὶ υἱὸς Γηρά, υἱὸς τοῦ σπέρματος τοῦ Ἰεμεινεὶ ἐκ Χεβρών.

οὖτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾖ ἡμέρᾳ ἐπορευόμην εἰς παρεμβολάς·

καὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντήν μοι ἐπὶ τὸν Ἰορδάνην, καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ κυρίου λέγων Εἰ θανατωθήσεται ἐν ῥομφαίᾳ·

καὶ νῦν μὴ ἀθῳώςῃς αὐτόν, ὅτι ἀνὴρ φρόνιμος σύ, καὶ γνώςῃ ἃ ποιήσεις αὐτῷ· καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾄδου.