Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἡ ἀκοὴ ἦλθεν ἕως Ἰωὰβ τοῦ υἱοῦ Σαρουίας, ὅτι Ἰωὰβ ἦν κεκλικὼς ὀπίσω Ἀδωνειά, καὶ ὀπίσω Ἀβεσσαλὼμ οὐκ ἔκλινεν· καὶ ἔφυγεν Ἰωὰβ εἰς τὸ σκήωμα τοῦ κυρίου καὶ κατέσχεν τῶν κεράτων τοῦ θυσιαστηρίου.

καὶ ἀπηγγέλη τῷ Σαλωμὼν λέγοντες ὅτι Ἔφυγεν Ἰωάβ εἰς τὴν σκηνὴν τοῦ κυρίου, ακὶ ἰδοὺ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου. καὶ ἀπεστειλεν Σαλωμὼν πρὸς Ἰωὰβ λέγων Τί γέγονέν σοι ὅτι πέφευγας εἰς τὸ θυσιαστήριον; καὶ εἶπεν Ἰωάβ Ὅτι ἐφοβήθην ἀπὸ προσώπου σου, καὶ ἔφυγον πρὸς Κύριον. καὶ ἀπέστειλεν ὁ Σαλωμὼν τὸν Βαναιοὺ υἱὸν Ἰωδᾶε λέγων Πορεύου καὶ ἄνελε αὐτόν, καὶ θάψον αὐτόν.

καὶ ἦθεν Βαναιοὺ υἱὸς Ἰωδᾶε εἰς τὴν σκηνὴν τοῦ κυρίου καὶ εἶπεν αὐτῷ Τάδε λέγει ὁ βασιλεύς Ἔξελθε· καὶ εἶπεν Ἰωάβ Οὐκ ἐκπορεύομαι, ὅτι ὧδε ἀποθανοῦμαι· καὶ ἀπέστρεψεν Βαναίας υἱὸς Ἰωδᾶε καὶ εἶπεν τῷ βασιλεῖ λέγων Τάδε λελάληκεν Ἰωὰβ καὶ τάδε ἀποκέκριταί μοι.

καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Πορεύου καὶ ποίησον αὐτῷ καθὼς εἴρηκεν, καὶ ἄνελε αὐτὸν καὶ θάφεις αὐτόν· καὶ ἐξαρεῖς αήμεπον τὸ αἷμα ὅ δω- ρεὰν ἐξεχεεν ἀπ’ ἐμοῦ καὶ ἀπὸ τοῦ οἴκου τοῦ πατρὸς μου.

καὶ απέστρεψεν Κύροις τὸ αἷμα τῆς ἀδικίας αὐτοῦ εἰς κεφαλὴν αὐ- τοῦ· καὶ ἀπήωτησεν τοῖς δυςὶν ἀνθρώποις τοῖς δικαίοις καὶ ἀγαθοῖς ὑπὲρ αὐτὸν καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ῥομφαίᾳ, καὶ ὁ πατήρ μου [*](23 ψυχης] ευχης Α | Αδωνιας Α (item 24) 25 ο βας. Σαλ. Α | Βανιου Α Α | Ιωιαδαε Α (item 29, 30 bis, 34, 35) | Advniaw BbA 26 εις Αν. αποτρ. συ Α | της διαθηκης] om της Α | πασιν Α 28 ακοηλθεν Β* (ακοη ηλθεν [η 1° superscr] Ba (vid)b) | om του υιου Σαρουιας Α | Αβεσσαλωμ ] Α|βες sup ras B1fort 29 πεφυγας Α | Κυριον] pr τον Α | ο Σαλ.] Σαλ. ο βασιλευς Α | Βαναιαν Α 30 εις] pr προς Ιωςβ Α | εκπορευσομαι Α | Βαναιας] Βανιου Α | ελαληκεν Α 31 εξεχεεν] + Ιωαβ Α 32 και 2°] ως Βa mg A)

676
[*](Β) Δαυεὶδ οὐκ ἔγνω τὸ αἷμα αὐτῶν, τὸν Ἀβεννὴρ υἱὸν Νὴρ ἀρχιστράτηγον Ἰσραὴλ καὶ τὸν Ἀμεσσὰ τὸν Ἰέθερ ἀρχιστράτηγον Ἰούδα.

καὶ ἐπεστράφη τὰ αἵματα αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ καὶ εἰς κεφαλὴν τοῦ σπέρματος αὐτοῦ εἰς τὸν αἰῶνα· καὶ τῷ Δαυεὶδ καὶ τῷ σπέρματι αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ καὶ τῷ θρόνῳ αὐτοῦ γένοιτο εἰρήνη ἕως αἰῶνος παρὰ Κυρίου.

καὶ ἀπήντησεν Ἰωδᾶε τῷ Ἰωὰβ καὶ ἐθανάτωσεν αὐτόν· καὶ ἔθαψεν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ ἐν τῇ ἐρήμῳ.

καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν βαναιοὺ υἱὸν Ἰωδᾶε ἀντ’ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν· καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν Ἰερουσαλήμ. καὶ Σαδὼκ τὸν ἱερέα, ἔδωκεν αὐτὸν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ ἀβιαθάρ.

Καὶ ἔδωκεν Κύριος φρόνησιν τῷ Σαλωμὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ πλάτος καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν. *

καὶ ἐπληθύνθη ἡ φρόνησις Σαλωμὼν πάνντων ἀρχαίων υἱῶν καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου.

καὶ ἔλαβεν τὴν θυγατέρα Φαραώ, καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυεὶδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον Κυρίου ἐν πρώτοις καὶ τὸ τεῖχος Ἰερουσαλὴμ κυκλόθεν· ἐν ἑπτὰ ἔτεσιν ἐποίησεν καὶ συνετέλεσεν.