Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐν τῷ ἐτει τῷ τριακοστῷ καὶ πρώτῳ τοῦ βασιλέως Ἀσὰ βασιλεύει Ζαμβρεὶ ἐπὶ Ἰσραὴλ δώδεκα ἔτη· ἐν θερςὰ βασιλεύει ἔξ ἐτη.

καὶ ἐκτήσατο Ζαμβρεὶ τὸ ὄρος τὸ Σεμερὼν παρὰ Σέμηρ τοῦ κυρίου τοῦ ὄρους ἐν δύο ταλάντων ἀργυρίου, καὶ ῲκοδόμησεν τὸ ὄρος· καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ ὄρους οὖ ῲκοδόμησαν ἐπὶ τῷ ὁνόματι Σάρηρ τοῦ κυρίου τοῦ ὄρους Σαεμηρών.

καὶ ἐποίησεν Σαμβρεὶ τὸ πονηρὸν ἐνώπιον Κυρίου· ἐπονηρεύσατο ὑπὲρ παάντας τοὺς γευομένους ἔμπροσθεν αὐτοῦ.

καὶ ἐπορεύθη ἐν πάςῃ ὀδῷ Ἰεροβοὰμ υίοῦ Ναβὰτ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἶς ἐξήμαρτεν τὸν Ἰσραὴλ τοῦ παροργίσαι ἐν τοῖς ματαίοις αὐτῶν.

καὶ τὰ λοιπὰ τῶν λόγων Ζαμβρεὶ καὶ πάντα ἃ ἐποίησεν καὶ ἡ δδυναστεία αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν βασιλέων Ἰσραήλ;

καὶ ἐκοιμήθη Ζαμβρεὶ τῶν πατέρων [*](Α) [*](17 εν] εκ Α | ενι Α* vid (επι Α 1?) 18 προκατηλημτται Α |πορευονται] εισπορ. Α | αντρον] αντρο (sic) Ba? mg | και ενε|πυρισεν ο β. και|νεπυρισεν Β] ενεπυρισεν 20] ενεπυρισαν Α | βασιλεως 20] + εν πυρι α 19 πορευθηναι] pr του Α | αυτου 20] + αις εποιηςεν Α 20 ουκ ιδου] ουχι Α | εν βιβλιω] επι βιβλιου Α 21 ημισυ 10] pr το Α | θαμνι Α (item 22 bis) | Ζαμβρει] + και υπερισκυδεν ο λαος| ο ακολουθων τω Ζαμβρι Α 22 om και ηττηθη Β (habet A) | om νοιυ Γωναθ και απεεθανεν θαμνεει Α | 0 Ιωραμ αδελφος Α 23 πρωτω] + ετει Α | του βας. Ασα] τω Α. βασιλεως Ιουδα Α |om eth 10 A | Σαμηρ] Σεμηρ Α | Σαεμηρων] σομηρων Α 25 επονηρευσατο] pr καὶ Α 26 οδω] pr τη Α | παροργισαι] + τον | κν θν Ισλ Α 27 δυναστεια] δυναστιαι Α | αυτου ] + ην εποιησεν Α| ουκ ιδου] ουχι Α | βασιλεων] pr των Α)

721
αὐτοῦ, καὶ Θάπτεται ἐν Σαμαρείᾳ· καὶ βασιλεύει Ἀχαὰβ οἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.

Καὶ ἐν τῷ ἐνιαυτῷ τῷ ἑνδεκάτῳ ἔτει τοῦ Ζαμβρεὶ βασλεύει Ἰωσαφὰθ υἱὸς Ἁσά· βασιλεύει ἐτῶν τριάκοντα καὶ πέντε ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ εἴκοσι πέντε ἔτη βασιλεύει ἐν Ἰερουσλήμ· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γαβουζά, θυγάτηρ Σελεεί.

καὶ ἐπορεύθη ἐν τῇ ὁδῷ Ἀσὰ τοῦ πατρὸς αὐτοῦ, καὶ οὐκ ἐξέκλινεν ἀπ’ αὐτῆς τοῦ ποιεῖν τὸ εὐθὲς ἐνώπιον Κυρίου· πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆραν, ἔθυον ἐν τοῖς ὑψηλοῖς καὶ ἐθυμίων.

καὶ ἃ συνέθετο Ἰωσαφάθ, καὶ πᾶσα δυναστεία ἣν ἐποίησεν, καὶ οὓς ἐπολέμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἠμερῶν τῶν βασιλέων Ἰούδα;

καὶ τὰ λοιπὰ τῶν συμπλοκῶν ἃς ἐπέθεντο ἐν ταῖς ἡμέραις Ἀσὰ τοῦ πατρὸς αὐτοῦ ἐξῆρεν ἀπὸ τῆς γῆς.

καὶ βασιλεὺς οὐκ ἦν ἐν Συρίᾳ· νασεὶβ ὁ βασιλεύς.

ἐποίησεν ναῦν εἰς θαρσεὶς πορεύεσθαι εἰς Σωφείρ, πορεύσθαι ἐπὶ τὸ χρυσίον· καὶ οὐκ ἐπορεύθη, ὅτι συνετρίβη ἡ ναῦς ἐν Γασιὼν Γάβερ.

τότε εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάθ Ἐξαποστελῶ τοὺς παῖδάς σου καὶ τὰ παιδάριά μου ἐν τῇ νηή· καὶ οὐκ ἐβούλετο Ἰωσαφάθ.

καὶ ἐκοιμήθη Ἰωσαφὰθ μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἰωρὰμ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.

Ἐν ἔτει δευτέρῳ τῷ Ἰωσαφὰθ βασιλεύει Ἀχαὰβ υἱὸς Ζαμβρεί· ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ εἴκοσι καὶ δύο ἔτη.

καὶ ἐποίησεν Ἀχαὰβ τὸ πονηρὸν ἐνώπιον Κυρίου· ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς ἔμπροςθεν αὐτοῦ.

καὶ οὐκ ἦν αὐτῷ ἱκανὸν τοῦ πορεύεσθαι ἐν ταῖς ἁμαρτίαις Ἰεροβοὰμ υἱοῦ Nαβάτ, καὶ ἔλαβεν γυναῖκα τὴν Ἰεζάβελ θυγατέρα Ἰεθεβάαλ βασιλέως Σιδωνίων, καὶ ἐπορεύθη καὶ ἐδούλευσεν τῷ Βάαλ καὶ προσεκύνησεν αὐτῷ.

καὶ ἔστησεν θυσιαστήριον τῷ Βάαλ ἐν οἴκῳ τῶν προσοχθισμάτων ἀυτοῦ ὃν ᾠκοδόμησεν ἐν Σαμαρείᾳ.

καὶ ἐποίησεν Ἀχαὰβ ἄλσος· καὶ προσέθηκεν Ἀχαὰβ τοῦ ποιῆσαι παροργίσματα τοῦ παροργίσαι τὴν [*](28 Σαμαρια Α (item 29) | βασιλευει] εβασιλευσεν Α 28 a—h om. A και εν τω ενιαυτω. . .αυτου αντ αυτου Α 28 e νασειβ] pr κ (superscr) B ab | βασιλευς 2°] + Ιωσαφαθ Β ab mg 28 f ουκ| Β* ου|κ Β b 28 g σου] μου B ab (μ superscr) | μου] σου Β ab (σ superscr) 29 om εν ετει δευτερω τω Ιωσαφαθ βασιλευει Α | Αχααβ] pr Ιως β pr ο δε Α | Ισραηλ] + ·εν ετει τρια|κοστω και ογδοω του Ασα βασιλε|ως Ιουδα· βασιλευσας δε Αχααβ·|υιος Ζαμβρι επι Ισλ Α | om και Α 30 Αχααβ] + υιος Ζαμβρι Α | om επονηρευσατο Α 31 του πορευεσθαι] om του Α | Ιεθεβααλ] Ιαβααλ Α | βασιλεως] βασιλευς Α | Σειδωνιων Β* (Σιδ. B b A) 32 εν οικω] ενωπιον Α | ον] ων Α 33 om παροργισματα Α | την ψυχην αυτου] τον| κݲνݲ θݲνݲ Ιݲσݲλݲ· Α)

722
[*](Β) ψυχὴν αὐτοῦ, τοῦ ἐξολοθρευθῆναι· ἐκακοποίησεν ἡπὲρ πάντας τοὺς βασιλεῖς Ἰσραὴλ τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ.

Ὠκοδόμησεν Ἀχειὴλ ὁ Βαιθηλείτης τὴν Ἰερειχώ· ἐν τῷ Ἀβειρὼν τῷ πρωτοτόκῳ αὐτοῦ ἐθεμελίωσεν αὐτήν, καὶ τῷ Ζεγοὺβ τῷ νεωτέρῳ αὐτοῦ ἐπέστησεν θύρας αὐτῆς, κατὰ τὸ ῤῆμα Κυτίου ὃ ἐλάλησεν ἐν χειρὶ Ἰησοῦ υἱοῦ Ναυή.