Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ εἶπεν Ἠλειοὺ ὁ προφήτης ὁ Θεσβείτης ἐκ Θεσβὼν τῆς Γαλαὰδ πρὸς ἈΧαάβ Ζῇ Κύριος ο θεὸς τῶν δυνάμεων, ὁ θεὸς Ἰσραὴλ ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετός· ὅτι εἰ μὴ διὰ στόματος λόγου μου.

Καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἠλειού

Πορεύου ἐντεῦθεν κατὰ ἀνατολάς, καὶ κρύβηθι ἐν τῷ χειμάρρῳ Χορρὰθ τοῦ ἐπὶ προσώπου τοῦ Ἰορδάνου.

καὶ ἔσται ἐκ τοῦ χειμάρρου πίεσαι ὕδωρ, καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέφειν σε ἐκεῖ.

καὶ ἐποίησεν Ἠλειοὺ κατὰ τὸ ῥῆμα Κυρίου, καὶ ἐκάδεισεν ἐν τῷ χειμάρρῳ Χορρὰθ ἐπὶ προςώπου τοῦ Ἰορδάνου.

καὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωὶ καὶ κρέα τὸ δείλης, καὶ ἐκ τοῦ χειμάρρου ἔπινεν ὕδωρ.

καὶ ἐγένετο μετὰ ἡμέρας καὶ ἐξηράνθη ὁ χειμάρρους, ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς.

Καὶ ἐγένετο ῥῆμα Κυρίου κρὸς Ἠλειού

Ἀνάστηθι καὶ πορεύου εἰς Σάρεπτα τῆς Σειδωνίας· ἰδοὺ ἐντέταλμαι ἐκεῖ γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε.

καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σάρεπτα, εἰς τὸν πυλῶνα τῆς πόλεως· καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγεν ξύλα, καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ἠλειοὺ καὶ εἶπεν αὐτῇ Λάβε δὴ ὀλίγον ὕδωρ εἰς ἄγγος καὶ πίομαι.

καὶ ἐπορεύθη λαβεῖν, καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ἠλειοὺ καὶ εἶπεν Λήμψῃ δή μοι ψωμὸν ἄρτου τοῦ ἐν τῇ χειρί σου.

καὶ εἶπεν ἡ γυνή Ζῇ Κύριος ὁ θεός σου, εἰ ἔστιν μοι ἐνκρυφίας ἀλλ’ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καψάκῃ· καὶ ἰδοὺ συλλέγω δύο ξυλάρια, καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα, καὶ ἀποθανούμεθα.

καὶ εἶπεν πρὸς αὐτὴν Ἠλειού Θάρσει, εἴσελθε καὶ ποίησον κατὰ τὸ ῥῆμά σου. [*](Α) [*](33 om του εξολοθρ. εκακοποιησεν Α 34 ωκοδομησεν] pr εν ταις ημεραις αυτου Α | Αχιηλ ο Βαιθιλιτης Α | Σεγουβ Α XVII 1 Ηλιου Α (ita ubique) A | om του Α 5 και 1°] pr και επορευθη Α | om Ηλ. κατα το ρημα Κυριου Α | προσωπον Α 6 αρτους] + καὶ κρεας Α | κρεα] αρτον και κερας Α 8 Ηλειου] + λεγων Α 9 πορευου] πορευθητει Α | Σαρεπτα] Σεφθα Α | Σιδωνιας ( Σειδ. Β* Σιδ. B b A )] + και καθηση εκει Α 10 εἰπὸν B b | δη] + μοι Α 11 αρτου του] αρτου Α 12 εστιν] εσται Α | καμψακη Α | ξυληρια Α | φαγομεθα] + αυτο Α 13 Ηλιου προς αυτην Α)

723
ἀλλὰ ποίησον ἐμοὶ ἐκεῖθεν ἐνκρυφίαν μικρὸν ἐν πρώτοις καὶ ἐξοίσεις [*](Β) μοι, σαυτῇ δὲ καὶ τοῖς τέκνοις σου ποιήσεις ἐπ’ ἐσχάτου,

ὅτι τάδε λέγει Κύριος Ἡ υδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψειν καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας τοῦ δοῦναι Κύριον τὸν ὑετὸν ἐπὶ τῆς γῆς.

καὶ ἐπορεύθη ἡ γυνῆ καὶ ἐποίησεν· καὶ ἤσθιεν αὐτὴν καὶ αὐτὸς καὶ τὰ τέκνα αὐτῆς.

καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπεν καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονώθη, κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ Ἠλειού.

καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἠρρώστησεν ὁ υἱὸς τῆς γυναικὸς τῆς κυρίας τοῦ οἴκου· καὶ ἦν ἡ ἀρρωστία αὐτοῦ κραταιὰ σφόδρα ἕως οὖ οὐχ ὑπελείφθη ἐν αὐτῷ πνεῦμα.

καὶ εἶπεν πρὸς Ἠλειού Τί ἐμοὶ καὶ σοί, ὁ ἄνθρωπος τοῦ θεοῦ; εἰσηλθες πρὸς μὲ τοῦ ἀναμνῆσαι ἀδικίας μου καὶ θανατῶσαι τὸν υἱόν μου;

καὶ εἶπεν Ἠλειοὺ πρὸς τὴν γυναῖκα Δός μοι τὸν υἱόν σου. καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερῷον ἐν ᾦ αὐτὸς ἐκάθητο ἐκεῖ, καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τῆς κλίνης.

καὶ ἀνεβόησεν Ἠλειοὺ καὶ εἶπεν Οἴμοι Κύριε, ὁ μάρτυς τῆς χήρας μεθ’ ἦς ἐγὼ κατοικῶ μετ’ αὐτῆς, σὺ κεκάκωκας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς.