Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐγένετο ὡς ἐβαςίλευσεν, καὶ ἐπάταξεν τὸν οἶκον Ἰεροβοάμ, καὶ οὐχ ὑπελίπετο πᾶσαν πνοὴν τοῦ Ἰεροβοὰμ ἕως τοῦ ἐξολεθρεῦσαι αὐτὸν, κατὰ τὸ ῥῆμα Κυρίου ὅ ἐλάλησεν ἐν χειρὶ δούλου Ἀχειὰ τοῦ Σηλωνείτου

περὶ τῶν ἁμαρτιῶν Ἰεροβοάμ, ὡς ἐξήμαρτεν τὸν Ἰσραήλ, καὶ ἐν τῷ παροργισμῷ αὐτοῦ ᾧπαρώργισεν τὸν κύριον θεὸν τοῦ Ἰσραήλ.

καὶ τὰ λοιπὰ τῶν λόγων Ναβὰτ καὶ πάντα ἅ ἐποίησεν, οὐκ ξἰδοὺ παῦτα γεγραμμένα ἐστὶν ἐν βιβλίῶ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;

Καὶ ἐν τῷ ἔτει τῷ τρίτῳ βασιλέως Ἰούδα βασιλεύει Βααςὰ υἱὸς Ἀχειὰ ἐπὶ Ἰσραὴλ ἐν Θερςὰ εἴκοσι καὶ τέσσαρα ἔτη.

καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδῷ Ἰεροβοὰμ υἱοῦ Ναβὰρ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, ὡς ἐξήματρεν τὸν Ἰσραήλ. καὶ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Εἰοὺ υἱοῦ Ἁνανεὶ πρὸς Βααςά XVI

XVI

Ἀνθ’ ὧν ὕψωςά σε ἀπὸ τῆς γῆς καὶ ἔδωκά σε ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ ἐπορεύθης ἐν τῇ ὁδῷ Ἰεροβοὰμ καὶ ἐξήματρες τὸν λαόν μου τὸν Ἰσραὴλ τοῦ παροργίσαι με ἐν τοῖς ματαίοις αὐτῶν,

ἰδοὺ ἐγὼ ἐξεγείρω ὀπίσω Βααςὰ καὶ ὄπισθεν τοῦ οἴσου αὐτοῦ, καὶ δώσω τὸν οἶκον αὐτοῦ ὡς τὸν οἶκον Ἰεροβοὰμ υἱοῦ Ναβάθ.

τὸν τεθνηκότα τοῦ Βααςὰ ἐν τῇ πόλει, καταφάγονται αὐτὸν οἱ κύνες, καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ, καταφάγονται αὐτὸν τὰ [*](Α) [*](25 εν 2°] επι Α | δυο ετη Α (post ετη ras και Α1?) 27 Αχια (Ι°) Α | Βελααν ο υιος Αχεια] Εισαχαρ Α | εχαραξεν] επαταξεν Α | αυτον] + Βαασα Α | Ναβαθ (Ναβατ Bab)] Ναβαδ Α 28 βας. του Ασα υιου Αβιου] Ασα βας. Ιουδα Α | εβασιλευσεν] + αντ αυτου Α 29 οικον] συμπαντα οικου Α | και ουχ υπελιπετο . . . αυτον] εως ου εξολο|θρευσαι αυτον και ουχ υπελει |πετο π. πν. του Ιερο|βοαμ· Α 29–30 om κατα το ρημα . . . αμ. Ιεροβοαμ Α | Εηλωνιτου Bb 30 ως] ος ηματρεν και ος Α | ω] ως Α | του Ισραηλ] om του Α 31 Ναβατ] Ναδαβ Α | α] οσα Α | ουκ (ουκ Β* ουκ Bab) ιδου] ουχι Α | om εστιν Α | βασιλευσειν Α 32 και πολεμος ην μεταξυ Ασα· και | μεταξυ Βαασα βασιλεως Ισλ·| πασας τας ημερας αυτων·| Α 33 βασιλεως] pr του Ασα Α | Αχια Α | Ισραηλ] pr παντα Α | τεσσερα Α 34 υιου Ναβαθ (Ναβατ Bab)] υιος Ναβατ Α | om αυτου Α XVI 1 Eιου] Ειηου Α (item 7, 12) | Aνανι Α 2 λαον] δουλον Α | τον Ισραηλ] om τον Α 3 αυτου 2°] σου Α | Ναβατ Bab A 4 οm αυτον Ι° Α )

719
πετεινὰ τοῦ οὐρανοῦ.

καὶ τὰ λοιπὰ τῶν λόγων Βααςὰ καὶ πάντα [*](Β) ἅ ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐκ ἰκοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ;

καὶ ἐκοιμήθη βααςὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται ἐν Θερσά· καὶ βασι- λεύει Ἠλαὰν υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ ἐν τῷ εἰκοστῷ ἔτει βασελέως Ἀσά.

καὶ ἐν χειρὶ Εἰοὺ Ἁνανεὶ ἐλάλησεν Κύριος ἐπὶ Βααςὰ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ πᾶσαν τὴν κακίαν ἥν ἐποίησεν ἐνώπιον Κυρίου τοῦ παρορυίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ, τοῦ εἶναι κατὰ τὸν οἶκον Ἰεροβοὰμ καὶ ὑπὲρ τοῦ πατάξαι αὐτόν.

Καὶ Ἠλὰ υἱὸς Βααςὰ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ δύο ἔτη ἐν θερσά.