Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπεκρίθη Σαοὺλ καὶ εἶπεν οὐχὶ ἀνδρὸς υἱὸς Ἰεμειναίου ἐγώ εἰμι τοῦ μικροῦ σκήπτρου φυλῆς Ἰσραήλ; καὶ τῆς φυλῆς τῆς ἐλαχίστης ἐξ ὅλου σκήπτρου Βενιαμείν ; καὶ ἵνα τί ἐλάλησας πρὸς ἐμὲ κατὰ τὸ ῥῆμα τοῦτο ;

καὶ ἔλαβεν Σαμουὴλ τόν Σαοὺλ καὶ τὸ παιδάριον αὐτοῦ καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὸ κατάλυμα, καὶ ἔθετο αὐτοῖς ἐκεῖ τόπον ἐν πρώτοις τῶν κεκλημένων ὡσεὶ ἑβδομήκοντα ἀνδρῶν.

καὶ εἶπεν Σαμουὴλ τῷ μαγείρῳ Δός μοι τὴν μερίδα ἢν ἔδωκά σοι, ἣν εἶπά σοι θεῖναι αὐτὴν οαρὰ σοί.

καὶ ἥψησεν ὁ μάγειρος τὴν κωλέαν καὶ παρέθηκεν αὐτὴν ἐνώπιον Σαούλ· καὶ εἶπεν Σαμουὴλ τῷ Σαούλ Ἴδου ὑπὁλιμμα, παράθες αὐτὸ ἐνώπιόν σου καὶ φάγε, ὅτι εἰς μαρτύριον ἴ’ σοι παρὰ τοὺς ἅλλους· ἀπόκνιζε. καὶ ἔφαγεν Σαοὺλ μετὰ ἐν τῆ ἡμέρᾳ ἐκείνῃ.

καὶ κατέβη ἐκ τῆς βᾶμά ἐν τῇ πόλει· καὶ διέστρωσαν τῷ Σαοὺλ ἐπὶ τῷ δώματι,

καὶ ἐκοιμήθη. ὡς ἀνέβαινεν ὁ ὄρθρος, καὶ ἐκάλεσεν Σαμουὴλ τὸν Σαοὺλ ἐπὶ τῷ δώματι λέγων Ἀνάστα, καὶ ἐξαποστελῶ σε· καὶ ἀνέστη Σαούλ, καὶ ἐξῆλθεν αὐτὸς καὶ Σαμουὴλ ἕως ἔξω.

αὐτῶν καταβαινόντων εἰς μέρος τῆς πόλεως, καὶ Σαμουὴλ εἶπεν τῷ Σαούλ Εἰπὸν τῷ νεανίσκῳ κοὶ διελθέτω ἔμπροσθεν ἡμῶν, καὶ σὺ στῆθι ὡς σήμερον καὶ ἄκουσον ῥῆμα θεοῦ. καὶ ἔλαβεν Σαμουὴλ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπέχεεν X