Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Xἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐφίλησεν αὐτὸν καὶ εἶπεν αὐτῶ κέχρικέν σε κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ἐπὶ Ἰσραήλ ; καὶ σὺ ἄρξεις ἐν λῆ κυρίου, καὶ σὺ σώσεις αὐτὸν ἐκ χειρὸς ἐχθρῶν αὐτοῦ κυκλόθεν.

καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἔχρισέν σε κύριος ἐπὶ κληρονομίαν αὐτοῦ εἰς ἄρχοντα· ὡς ἂν ἀπέλθῃς σήμερον ἀπ’ ἐμοῦ, καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοῖς τάφοις Ῥαχὴλ ἐν τῷ ὄρει Βενιαμεὶν ἀλλομένους μεγάλα, καὶ ἐροῦσίν σοι Εὕρηνται αἱ ὄνοι ἃς [*](Α 19 ἐξαποστέλλω Α 20 σου τῶν ἀπολωλυιῶν] τῶν απο|λωλυειων σου Α | τὼ οἴκω] pr παντὶ Α 21 Ιεμιναιου Α | μικροῦ Bab μεικρ. B*)] μικροτέρου Α | ἐμὲ] με Α 22 om ἔκει Α 24 κωλέαν] † καὶ τὸ ἐπ’ ἀύτης Α | ὑπόλειμμα Ba (vid) A | μαρτυρίαν Α | τέθειται] τεθεσται Α | του, ἄλλους] του #x23D4; Α | ἀποκνίζει Α 25 τὴν πόλει B* τῆ τη π. Bab) 26 Σαουλ καὶ ἐξῆλθεν] καὶ ἐξ. Σ. Α 27 καὶ σὺ στῆθι] pr καὶ διῆλθεν Α I ἄκουσον] ἀκουστὸν σοι Α XI om ἐν Α | om σὺ 2° Α 2 ἔχρισεν] κεχρικεν Α | Βενιαμειν] του Α)

563
ζητεῖν· καὶ ἰδοὺ ὁ πατήρ σου ἀποτετίνακται τὸ ῥῆμα τῶν ὄνων, καὶ [*](B) ἐδαψιλεύσατο δι’ ὑμᾶς λέγων Τί ποιήσω ὑπὲρ τοῦ υἱοῦ μου ;

καὶ ἀπελεύσει ἐκεῖθεν καὶ ἐπέκεινα ἥξεις ἕως τῆς δρυὸς Θαβώρ, καὶ εὑρήσεις ἐκεῖ τρεῖς ἄνδρας ἀναβαίνοντας πρὸς τὸν θεὸν εἰς Βαιθήλ, ἕνα αἴροντα τρία αἰγίδια καὶ ἕνα αἴροντα τρία ἀγγεῖα ἄρτων καὶ ἕνα αἴροντα ἀσκὸν οἴνου·

καὶ ἐρωτήσουσίν σε τὰ εἰς εἰρήνην καὶ δῶ σοι δύο ἀπαρχὰς ἄρτων, καὶ λήμψῃ ἐκ τῆς χειρὸς αὐτῶν.

κ ταῦτα εἰσελεύσῃ εἰς τὸν βουνὸν τοῦ θεοῦ, οὗ ἐστιν ἐκεῖ τὸ ἀνά τῶν ἀλλοφύλων, ἐκεῖ Νασεὶβ ὁ ἀλλόφυλος· καὶ ἔσται ὡς ἂν εἰσέλθητε ἐκεῖ εἰς τὴν πόλιν, καὶ ἀπαντήσεις χορῷ προφητῶν καταβαινόντων ἐκ τῆς βᾶμά, καὶ ἔμπροσθεν αὐτῶν νάβαλ καὶ τύμπανον καὶ αὐλὸς καὶ κινύρα, καὶ αὐτοὶ προφητεύοντες·

καὶ ἐφαλεῖται ἐπὶ σὲ πνεῦμα Κυρίου καὶ προφητεύσεις μετ’ αὐτῶν, καὶ στραφήσῃ εἰς ἄνδρα ἄλλον.

καὶ ἔσται ὅταν ἥξει τὰ σημεῖα ταῦτα ἐπὶ σέ, ποίει πάντα ὅσα εὕρῃ ἡ χείρ σου, ὅτι θεὸς μετὰ σοῦ.