Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ παραγίνεται Δαυεὶδ πρὸς τοὺς διακοσίους ἄνδρας τοὺς ἐκλυθέντας τοῦ πορεύεσθαι ὀπίσω Δαυείδ, καὶ ἐκάθισεν αὐτοὺς ἐν τῷ χειμάρρῳ τῷ Βεανά, καὶ ἐξῆλθον εἰς ἀπάντησιν Δαυεὶδ καὶ εἰς ἀπάντησιν τοῦ λαοῦ τοῦ μετ’ αὐτοῦ, καὶ προσήγαγεν Δαυεὶδ ἕως τοῦ λαοῦ, καὶ ἠρώτησαν αὐτὸν τὰ εἰς εἰρήνην.

καὶ ἀπεκρίθη πᾶς ἀνὴρ λοιμὸς καὶ πονηρὸς τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν πορευθέντων μετὰ Δαυεὶδ καὶ εἶπαν Ὅτι οὐ κατεδίωξαν μεθ’ ἡμῶν, οὐ δώσομεν αὐτοῖς ἐκ τῶν σκύλων ὧν , ὅτι ἀλλ’ ἢ ἕκαστος τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα αὐτοῦ καὶ ἀποστρεφέτωσαν.

καὶ εἶπεν Δαυείδ Οὐ ποιήσετε οὕτως μετὰ τό παραδοῦναι τὸν κύριον ἡμῖν καὶ φυλάξαι ἡμᾶς, καὶ παρέδωκεν κύριος τὸν γεδδοὺρ τὸν ἐπερχόμενον ἐφ’ ἡμᾶς εἰς χεῖρας ἡμῶν.

καὶ τίς ὑπακούσεται ὑμῶν τῶν λόγων τούτων ; ὅτι οὐχ ἧττον ὑμῶν εἰσιν· διότι κατὰ τὴν μερίδα τοῦ καταβαίνοντος ε οὕτως ἔσται μερὶς καθημένου ἐπὶ τὰ σκεύη· κατὰ τὸ αὐτὸ

καὶ ἐγενήθη ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω, καὶ ἐγένετο εἰς πρόσταγμα καὶ δικαίωμα τῷ Ἰσραὴλ ἕως τῆς σήμερον.

καὶ ἦλθεν Δαυεὶδ εἰς Σεκελάκ, καὶ ἀπέστειλεν τοῖς πρεσβυτέροις τῶν σκύλων Ἰούδα καὶ τοῖς πλησίον αὐτοῦ λέγων ἰδοὺ ἀπὸ τῶν σκύλων τῶν ἐχθρῶν Κυρίου·

τοῖς ἐν Βαιθσοὺρ καὶ τοῖς ἐν Ῥαμὰ νότου καὶ τοῖς ἐν Γεθθὸρ

καὶ τοῖς ἐν Ἀροὴρ καὶ τοῖς Ἀμμαδεὶ καὶ τοῖς ἐν Σαφεῖ καὶ τοῖς ἐν ᾿Εσθεῖε

καὶ τοῖς ἐν Γὲθ καὶ τοῖς ἐν Κειμὰθ καὶ τοῖς ἐν Σαφὲκ καὶ τοῖς ἐν Θειμὰθ καὶ τοῖς ἐν Καρμήλῳ καὶ τοῖς ἐν ταῖς πόλεσιν τοῦ Ἰσραὴλ καὶ τοῖς ἐν ταῖς πόλεσιν τοῦ Κενεζεὶ

καὶ [*](A 18 ἐξείλατο] + Δαδ Α 19 καὶ ἕως ὑιῶν καὶ θυγ. καὶ ἄπο τῶν σκύλων Α | πάντα] πάντας Α 20 ἔλαβεν] + Δᾷδ’ Α | τὰ σκύλα] om τὰ Α 21 om διακοσίους Α | Βεανα] Βεχωρ Α | τὰ εἰς ειρ.] om τὰ εἰς Α 22 ὅτι 1°] διότι Α | γυναικαν Α | ἐπαγέσθωσαν Α | ἐπιστρεφέτωσαν Α 23 οὕτως] + ἀδελφοὶ μου Α 24 ἐπακούσεται Α | om εἰσιν Α | μεριδαν Α | μερὶς καθημένου] η μερὶς του καθ’. Α 25 δικαίωμα] pr εἰς Α 26 Σικελαγ Α | τῶν σκ. τοῖς πρεσβ. Α | ἴδου] + ὕμιν ευλογια Α 27 Βαιθσουρ] Βαιθηλ Α | Ραμαθ Α | Γεθθορ] Ειεθερ Α 28 Αμμαδει καὶ τοῖς ἐν Σαφεῖ] ἐν Σαφαμως Α | Εσθειε] Εσθεμα Α 29 Γεθ . . . Κενεζει] Ραχηλ· και| τοῖς ἐν ταῖς πόλεσιν του Ιεραμηλει| καὶ τοῖς ἐν ταῖς πόλεσιν του Κει|ναιου· Α)

609
τοῖς ἐν Ἰερειμοὐθ καὶ τοῖς ἐν Βηρσάβεε καὶ τοῖς ἐν Νοὸ

καὶ τοῖς ἐν [*](Β) Χεβρών, καὶ πάντας τοὺς τόπους οὓς διῆλθεν Δαυεὶδ ἐκεῖ, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ.