Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ οἱ περισσοὶ ἐδίωξαν ἐν τετρακοσί σιν, ὑπέστησαν δὲ διακόσιοι ἄνδρες οἵτινες ἐκάθισαν πέραν τοῦ ῥοῦ τοῦ Βοσόρ.

Καὶ εὑρίσκουσιν ἄνδρα Αἰγύπτιον ἐν ἀγρῷ, καὶ λαμβάνουσιν αὐτὸν καὶ ἄγουσιν αὐτὸν πρὸς Δαυεὶδ ἐν ἀγρῷ· καἰ διδόασιν αὐτῷ ἄρτον καὶ ἔφαγεν, καὶ ἐπότισαν αὐτὸν ὕδωρ·

καὶ διδόασιν αὐτῷ κλάσμα παλάθης καὶ ἔφαγεν, καὶ κατέστη τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, ὅτι οὐ βεβρώκει ἄρτον καὶ οὐ πεπώκει ὕδωρ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.

καὶ εἶπεν αὐτῷ Δαυείδ τίνος σὺ εἶ, καὶ πόθεν εἰ; καὶ εἶπεν τὸ παιδάριον τὸ Αἰγύπτιον Ἐγώ εἰμι δοῦλος ἀνδρὸς Ἀμαληκείτου, καὶ κατέλιπέν με ὁ κύριός μου, ὅτι ἠνωχλήθην ἐγὼ σήμερον τριταῖος.

καὶ ἡμεῖς ἐπεθέμεθα ἐπὶ νότον τοῦ Χολθεὶ καὶ ἐπὶ τὰ τῆς Ἰουδαῖος μέρη καὶ ἐπὶ τὸν Γελβοῦε, καὶ τὴν Σεκελὰκ ἐνεπυρίσαμεν ἐν πυρί.

καὶ εἶπεν πρὸς αὐτὸν Δαυείδ Εἰ κατάξεις με ἐπὶ τὸ γεδδοὺρ τοῦτο ; καὶ εἶπεν ὄμοσον δή μοι κατὰ τοῦ θεοῦ μὴ θανατώσειν με καὶ μὴ παραδοῦναί με εἰς χεῖρας τοῦ κυρίου μου, κοὶ κατάξω σε ἐπὶ τὸ γεδδοὺρ τοῦτο.

καὶ κατήγαγεν αὐτὸν ἐκεῖ, καὶ ἰδοὺ οὗτοι διακεχυμένοι ἐπὶ πρόσωπον πάσης τῆς γῆς, ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἐν πᾶσι τοῖς σκύλοις τοῖς μεγάλοις οἷς ἔλαβον ἐκ γῆς ἀλλοφύλων καὶ ἐκ γῆς Ἰούδα.

καὶ ἦλθεν ἐπ’ αὐτοὺς Δαυείδ, καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ ἑωσφόρου ἕως δείλης καὶ τῇ ἐπαύριον, καὶ οὐκ ἐσώθη ἐξ αὐτῶν ἀνὴρ ὅτι ἀλλ’ ἢ τετρακόσια παιδάρια ἃ ἦν ἐπιβεβηκότα ἐπὶ τὰς καμήλους καὶ ἔφυγον.

καὶ ἀφείλατο Δαυεὶδ [*](7 Αχιμελεκ Α | εφουδ] + καὶ προσήγαγεν Αβιαθαρ τὸ εφουδ πρὸς Δᾷδ’ Α Α 8 εἰ 2°] καὶ Α 9 om αὐτὸς Α | τετρακόσιοι] ἑξακόσιοι Α ἔρχονται] ἔρχεται Α 10 καὶ οἱ περισσοὶ ἐδίωξαν] καὶ ἐξεδίωκεν Δᾷδ’ Α | ἐν] σὺν Α 11 ἔφαγεν] φᾶ sup ras 3 vel 4 litt Α1 12 παλάθης] + καὶ διακοσίους σταφίδας Α | ἐν] ἐπ’ Α 13 κατέλειπεν Α 14 Χολθει] Χερηθει Α | ’τον Γελβουε] νότον Χαλεβ Α | Σεκελακ] Σικελὰ Α 15 αὐτὸν] αὖ sup ras A1 | om μου Α 16 κατήγαγεν] κατῆγεν Α | om καὶ Α | πᾶσιν Α 17 om Δαυειδ Α | αὐτοὺς 2°] + Δᾷδ’ Α | Α | ἀλλ’] λ 2° sup ras Α1 | τετρακόσιοι Α | εφυγαν A )

608
[*](B) πάντα ἃ ἔλαβον οἱ ᾿ Αμαληκεῖται, καὶ ἀμφοτέρας τἀς γυναῖκας αὐτοῦ ἐξείλατο.

καὶ οὐ διεφώνησεν αὐτοῖς ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἀπὸ τῶν σκύλων καὶ ἕως υἱῶν καὶ θυγατέρων καὶ ἕως πάντων ὄι ἔλαβον αὐτῶν, καὶ πάντα ἐπέστρεψεν Δαυείδ.

καὶ ἔλαβεν πάντα τὰ ποίμνια καὶ τὰ βουκόλια καὶ ἀπήγαγεν ἔμπροσθεν τῶν σκύλων· καὶ τοῖς σκύλοις ἐκείνοις ἐλέγετο ταῦτα τὰ σκῦλα Δαυείδ.