Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ κοιμᾶται Σαμουὴλ ἕως πρωί, καὶ ὤρθρισεν τὸ πρωὶ καὶ ἤνοιξεν τὰς θύρας οἴκου Κυρίου· καὶ Σαμουὴλ ἐφοβήθη ἀπαγγεῖλαι τὴν ὅρασιν Ἠλεί.

καὶ εἶπεν Ἤλει πρὸς Σαμουήλ Σαμουὴλ τέκνον· καὶ εἶπεν ἰδοὺ ἐγώ.

καὶ εἶπεν Τί ῥῆμα τὸ λαληθὲν πρὸς σέ; μὴ δὴ κρύψῃς ἀπ’ ἐμοῦ. τάδε ποιήσαι σοι ὁ θεός, ἐὰν κρύψῃς ἀπ’ ἐμοῦ ῥῆμα ἐκ πάντων λόγων τῶν λαληθέντων σοι ἐν τοῖς ὠσίν σου.

καὶ ἀπήγγειλεν Σαμουὴλ πάντας τοὺς λόγους, καὶ οὐκ ἔκρυψεν ἀπ’ αὐτοῦ· καὶ εἶπεν Ἤλει κύριος αὐτός· τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ ποιήσει.

Καὶ ἐμεγαλύνθη Σαμουὴλ καὶ ἦν κύριος μετ’ αὐτοῦ, καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τῶν λόγων αὐτοῦ [*](4 ἐκάλεσ’ sup ras Ba 5 om καὶ ἔδραμεν πρὸς Η. καὶ εἶπεν Α | κέκληκας] Α κεκληκα Α 6 ἐκάλεσεν] † ἔτι Α | καὶ ἐπορεύθη] pr καὶ ἀνέστη Σαμουηλ Α με] μ sup ras Α 1 | σε] † υἷε μου Α | κάθευδε] pr Κ (superscr) Bab 7 πρὶν] † η Α | θεον] ’τον Α 8 Σαμουηλ] pr ἔπι Α 9 εἶπεν] † Ἤλει τοι Σαμουηλ Α | λάλει] † κε Α 10 ἅπαξ 2°] † Σαμουηλ Σαμουληλ Α 11 παντὸς) pr ὥστε 13 ανηγγελκα] ἀνήνεγκα Α | ἐκδικήσω Α | ἐγὼ] ἔπι Α 15 αναγγειλαι Α | Ἤλει] pr τὼ Α 17 δὴ κρυφης] διακρύψῃς Α 18 απηγγειλεν] † ἀυτῶ Α | ποιήσει] pr αὐτὸς Α 19 κςݲ ἢν Α | om πάντων Β* vid hab Ba ? am)

552
[*](B) ἐπὶ τὴν γῆν.

καὶ καὶ ἔγνωσαν πᾶς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσάβεε ὅτι πιστὸς Σαμουὴλ εἰς προφήτην τῷ κυρίῳ.

καὶ προσέθετο κύριος ἐν Σηλώμ, ὅτι ἀπεκαλύφθη κύριος πρὸς Σαμουήλ· καὶ Σαμουὴλ προφήτης γενέσθαι τῷ κυρίῳ εἰς πάντα Ἰσραὴλ ἀπ’ ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων. καὶ Ἤλει πρεσβύτης σφόδρα, καὶ οἱ υἱοὶ αὐτοῦ πορευόμενοι ἐπορεύοντο, καὶ πονηρὰ ἡ ὁδὸς αὐτῶν ἐνώπιον κυρίου.

Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ἰσραήλ· καὶ ἐξῆλθεν Ἰσραὴλ εἰς ἀπάντησιν αὐτοῖς εἰς πόλεμον, καὶ παρεμβάλλουσιν ἐπὶ Ἀβενέζερ, καὶ οἱ ἀλλό- φυλοι παρεμβάλλουσιν ἐν Ἀφέκ.

καὶ παρατάσσονται οἱ ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ἰσραήλ· καὶ ἔκλινεν ὁ πόλεμος, καὶ ἔπταισεν ἀνὴρ Ἰσραὴλ ἐνώπιον ἀλλοφύλων , καὶ ἐπλήγησαν ἐν τῇ παρατάξει ἐν ἀγρῷ τέσσαρες χιλιάδες ἀνδρῶν.

καὶ ἦλθεν ὁ λαὸς εἰς τὴν παρεμβολήν, καὶ εἶπαν οἱ πρεσβύτεροι Ἰσραήλ κατὰ τί ἔπταισεν ἡμᾶς Κύριος σήμερον ἐνώπιον ἀλλοφύλων ; λάβωμεν τὴν κιβωτὸν τοῦ ἡμῶν ἐκ Σηλώμ, καὶ ἐξελθέτω ἐκ μέσου ἡμῶν καὶ σώσει ὑμᾶς ἐκ θρῶν ἡμῶν.

καὶ ἀπέστειλεν ὁ λαὸς εἰς Σηλώμ, καὶ αἴρουσιν ἐκεῖθεν τὴν κιβωτὸν Κυρίου καθημένου χερουβείμ· καὶ οἱ υἱοὶ Ἤλει μετὰ τῆς κιβωτοῦ, Ὁφνεὶ καὶ Φεινεές.

καὶ ἐγεννήθη κυρίου εἰς τὴν παρεμβολήν, καὶ ἀνέκραξεν πᾶς καὶ ἤχησεν ἡ γῆ.

καὶ ἤκουσαν οἱ ἀλλόφυλοι τῆς κραυγῆς, καὶ εἶπον οἱ ἀλλόφυλοι τίς ἢ κραυγὴ ἡ μεγάλη αὕτη ἐν παρεμβολὴ τῶν Ἐβραίων ; καὶ ἔγνωσαν ὅτι κιβωτὸς Κυρίου ἥκει εἰς τὴν παρεμβολήν.

καὶ ἐφοβήθησαν οἱ ἀλλόφυλοι καὶ εἶπον οὗτοι οἱ θεοὶ ἥκασιν πρὸς αὐτοὺς εἰς τὴν παρεμβολήν· οὐαὶ ἡμῖν· ἐξελοῦ ἡμᾶς, Κύριε, σήμερον, ὅτι οὐ γέγονεν τοιαύτη ἐχθὲς καὶ τρίτην.

οὐαὶ ἡμῖν, τίς ἐξελεῖται ἡμᾶς ἐκ χειρὸς τῶν θεῶν τῶν στερεῶν τούτων,. οὗτοι οἱ θεοὶ οἱ πατάξαντες τὴν Αἴγυπτον ἐν πάσῃ πληγῇ [*](Α 20 Βηρσαβεαι Α 21 τὼ κυρίω] του νυ Α | om καὶ 3° Α IV 1 ἅπαντ’. αὐτοῖς Ιηλ Α παρεμβάλλουσιν Ι°] παρεμβαλοῦσιν Α Αβεννεζερ Α 2° BA1] παρεμβαλοῦσιν Α* 2 τεσσαρω· Α 3 Σηλωμ Α | τὴν κιβ.] † τῆς διαθήκης Α | ἐκ Σηλωμ] εἰς Σ. Α | ἐκ Α | ὑμὰς] ἧμας Α 4 τὴν κιβ.] † τῆς διαθήκης Α | κυρίου] Α | χερουβειν Α | οἱ υἱοὶ] om οἱ Α | τῆς κιβ.] † τῆς διαθήκης του θῦ’ Α | Φινεες 5 κιβωτος] † διαθήκης Α 6 τῆς κραυγης] pr τὴν φωνὴν Α | κραυγὴ] † του ἀλαλαγμοῦ Α 7 om οὐαὶ ημιν Α | ὅτι] pr οὐαὶ ἥμιν Α | χθὲς Bb | τρίτης Α 8 τούτων] του|τω Α | ουτοι])

553
καὶ ἐν τῇ ἐρήμῳ.

κραταιοῦσθε καὶ γίνεσθε εἰς ἄνδρας καὶ πολεμήσατε [*](B) αὐτούς.

καὶ ἐπολέμησαν αὐτούς· καὶ πταίει ἀνὴρ καὶ ἔφυγεν ἕκαστος εἰς σκήνωμα αὐτοῦ· καὶ ἐγένετο πληγὴ μεγάλη σφόδρα, καὶ ἔπεσαν ἐξ Ἰσραὴλ τριάκοντα χιλιάδες ταγμάτων.

καὶ κιβωτὸς θεοῦ ἑλήμφθη, καὶ ἀμφότεροι υἱοὶ Ἠλεὶ ἀπέθανον, Ὁφνεὶ καὶ Φεινεές.

καὶ ἔδραμεν ἀνὴρ Ἰεμειναὶος ἐκ τῆς παρατάξεως καὶ ἦλθεν εἰς Σηλὼμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρηγότα Ἴ’ καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ.

καὶ ἦλθεν, καὶ ἰδοὺ Ἤλει ἐπὶ δίφρου παρὰ τὴν πύλην σκοπεύων τὴν ὁδόν, ὅτι ἦν καρδία αὐτοῦ ἐξεστηκυῖα περὶ τῆς κιβωτοῦ τοῦ θεοῦ· καὶ ὁ ἄνθρωπος εἰσῆλθεν εἰς τὴν πόλιν ἀπαγγεὶλαι, καὶ ἀνεβόησεν ἡ πόλις.