Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἰδοὺ ἡμέραι ἔρχονται καὶ ἐξολεθρεύσω τὸ σπέρμα σου καὶ τὸ σπέρμα οἴκου πατρός σου,

καὶ οὐκ ἱστᾶι σου πρεσβύτης ἐν οἴκῳ μου πάσας τὰς ἡμέρας.

καὶ ἄνδρα οὐκ ἐξολεθρεύσω ἀπὸ τοῦ θυσιαστηρίου μου, ἐκλιπεῖν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ καταρρεῖν τὴν ψυχὴν αὐτοῦ· καὶ πᾶς περισσεύων οἴκου σου πεσοῦνται ἐν ῥομφαίᾳ ἀνδρῶν.

καὶ τοῦτό σοι τὸ σημεῖον ὃ ἥξει ἐπὶ τοὺς δύο υἱούς σου τούτους, ‘oφνεὶ καὶ Φεινεές, ἐν ἡμέρᾳ μιᾷ ἀποθανοῦνται ἀμφότεροι.

καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει· καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστόν, καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας.

καὶ ἔσται ὁ περισσεύων ἐν οἴκῳ ἥξει προσκυνεῖν αὐτῷ ὀβολοῦ ἀργυρίου λέγων Παράριψόν με ἐπὶ μίαν τῶν ἱερατειῶν σου φαγεῖν ἄρτον.

Καὶ τὸ παιδάριον Σαμουὴλ ἦν λειτουργῶν τῷ κυρίῳ ἐνώπιον Ἤλει τοῦ ἱερέως· καὶ ῥῆμα κυρίου ἦν τίμιον ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἦν ὅρασις διαστέλλουσα.

κοὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ Ἤλει ἐκάθητο ἐν τῷ τόπῳ αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἤρξαντο βαρύνεσθαι κοὶ οὐκ ἠδύνατο βλέπειν·

καὶ ὁ λύχνος τοῦ θεοῦ πρὶν ἐπισκευασθῆναι, καὶ Σαμουὴλ ἐκάθευδεν ἐν τῶ ναῶ οὗ ἡ κί’ του [*](Α 27 γῆ] τῆ Α 28 ἐπελεξάμην Α | τῶν σκήπτρων] om τῶν Α | ιερατευειν] ιερεα|ψευειν Α | om καὶ 2° Α | θυσιαστηριον] pr τὸ Α | εφουδ] ἐνώπιον ἐμοῦ Α 29 ἐπεβλέψατε Α | om μου 2° Α 30 εἶπα] Α | δοξάζω Α | ἀτιμασθήσεται Α 32 πάσας τὰς ημερας] pr καὶ επι|βλεψη κραταίωμα μουων ἐν παισὶν ὄις ἀγαθύνει ’τον Ισλ κα ουΙκ ἔσται πρεσβυτης ἐν τὼ οἴκω σου | Α 33 ἐκλείπειν Α | πὰν περισσεῦον Α 34 ἦξαι Α | Οφνει] πρὸ, Εφνει Α | αμφοτεραι Α | ἀμφότεραι Α 35 ημερας] † μου Α 36 om καὶ Ι° Α | ο περισσεύων] pr πα, Α. | οἴκω] † σου Α | προσκυνειν] Α | ἀργυρίου] † καὶ ἐν ἄρτω ἐν (sic) Α | om σου Α III 2 ἐκάθητο] ἐκάθευδεν BabA 3 ναῶι οἴκω κυݲ)

551
θεοῦ.

καὶ ἐκάλεσεν Κύριος Σαμουὴλ Σαμουήλ· κοὶ εἶπεν ἰδοὺ ἐγώ. [*](B)

καὶ ἔδραμεν πρὸς Ἤλει καὶ εἶπεν ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν Οὐ κέκληκά σε· ἀνάστρεφε, κάθευδε. καὶ ἀνέστρεψεν καὶ ἐκάθευδεν.

καὶ προσέθετο κύριος καὶ ἐκάλεσεν Σαμουὴλ Σαμουήλ· καὶ ἐπορεύθη πρὸς Ἤλει τὸ δεύτερον καὶ εἶπεν ἰδοὺ ἐγώ, ὅτι κέ κέκληκάς με· καὶ εἶπεν Οὐ κέκληκά σε· ἀνάστρεφε, κάθευδε.

καὶ Σαμουὴλ πρὶν γνῶναι θεὸν καὶ ἀποκαλυφθῆναι αὐτῷ ῥῆμα κυρίου.

καὶ προσέθετο κύριος καλέσαι Σαμουὴλ ἐν τρίτῳ· καὶ ἀνέστη κοὶ ἐπορεύθη πρὸς Ἤλει καὶ εἶπεν Ἴδου ἐγώ, ὅτι κέκληκάς με. καὶ ἐσοφίσατο Ἤλει ὅτι κύριος κέκληκεν τὸ παιδάριον.

καὶ εἶπεν ’ κάθευδε, τέκνον· καὶ ἔσται ἐὰν καλέσῃ σε, καὶ ἐρεῖς Λάλει, ὅτι ὁ δοῦλός σου. καὶ ἐπορεύθη Σαμουὴλ καὶ ἐκοιμήθη ἐν τῶ αὐτοῦ.

καὶ ἦλθεν κύριος καὶ κατέστη, καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ· καὶ εἶπεν Σαμουὴλ Λάλει, ὅτι ἀκούει ὁ δοῦλός σου.

καὶ καὶ εἶπεν κύριος πρὸς Σαμουὴλ ἰδοὺ ἐγὼ ποιῶ τὰ ῥήματά μου ἐν Ισραήλ· παντὸς ἀκούοντος αὐτά, ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ.

ἢν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπεγερῶ ἐπὶ Ἠλεὶ πάντα ὅσα ἐλάλησα εἰς τὸν οἶκον αὐτοῦ, ἄρξομαι καὶ ἐπιτελέσω.

καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ὅτι κω υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτοὺς καὶ οὐδ’ οὕτως.

ὤμοσα τῷ οἴκῳ Ἤλει Εἰ ἐξιλασθήσεται ἀδικία οἴκου Ἤλει ἐν θυμιάματι καὶ ἐν θυσίαις ἕως αἰῶνος.