Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Ινα τί ἐπερωτᾷς με, καὶ Κύριος ἀφέστηκεν ἀπὸ σοῦ καὶ γέγονεν μετὰ τοῦ πλησίον σου ;

καὶ πεποίηκεν κύριός σοι καθὼς ἐλάλησεν κύριος ἐν χειρί μου, καὶ διαρρήξει κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυείδ.

διότι οὐκ ἤκουσας φωνῆς Κυρίου καὶ οὐκ ἐποίησας θυμὸν ὀργῆς αὐτοῦ ἐν Ἀμαλήκ, διὰ τοῦτο τὸ ῥῆμα ἐποίησεν κύριός σοι τῇ ἡμέρα ταύτῃ.

καὶ παραδώσει κύριος τὸν Ἰσραὴλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων, καὶ αὔριον σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται, καὶ [*](A 8 εἶπαν] εἶπον Α | Αελδωρ] Νηνδωρ Α 8 συνεκαλύψατο] περιεκαλ. Α 9 γνώστας] γνωτας A* σ superscr A1) | πακιδευεις B* παγιδ. B ab A) 10 Σαουλ] + ἐν κω Α | αναντησεται Α 12 ἴδεν Α | μεγαλην Α 13 ειπον] εἶπε Α | ἑώρακας, ἑώρακα B b 14 ὄρθριον Α | αναβεβλ. διπλοειδα A 15 Σαμουὴλ] + πρὸς Σαουλ Α | μοι 1°] με Α | ἀναβῆσαι Α | μοι 2°] 16 επερωτας] ἐπερώτησας Α 17 κύριος 2°] + σοι Α | διαρηξει Α | ἀυτῶ Α 18 φωνῆς] pr τῆς Α | τὸ ρημα] τοῦτο Α | σοι κς Α)

605
ἢν Ἰσραὴλ δώσει κύριος εἰς χεῖρας ἀλλοφύλων.

καὶ [*](B) Σαοὺλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν, καὶ ἐφοβήθη σφόδρα ἀπὸ τῶν λόγων Σαμουήλ· καὶ ἰσχὺς ἐν αὐτῷ οὐκ ἦν ἔτι, οὐ γὰρ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην.