Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν ἡ γυνή τίνα σοι ; καὶ εἶπεν τὸν Σαμουὴλ ἀνάγαγέ μοι.

καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουήλ, καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ· καὶ εἶπεν ἡ γυνὴ πρὸς Σαούλ Ινα τί παρελογίσω με ; καὶ σὺ εἶ Σαούλ.

καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς Μῆ φοβοῦ, εἰπὸν τίνα ἑόρακας· καὶ εἶπεν αὐτῷ Θέους ἑόρακα ἀναβαίνοντας ἐκ τῆς γῆς.

καὶ εἶπεν αὐτῇ Τί ἔγνως; καὶ εἶπεν αὐτῷ Ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς, καὶ οὗτος διπλοίδα ἀναβεβλημένος. καὶ ἔγνω Σαοὺλ ὅτι Σαμουὴλ οὗτος, καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.

καὶ εἶπεν Σαμουήλ Ἵνα τί παρηνώχλησάς μοι ἀναβῆναί με ; καὶ εἶπεν Σαούλ Θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί, καὶ ὁ θεὸς ἀφέστηκεν ἀπ’ ἐμοῦ καὶ οὐκ ἐπακήκοεν μοι ἕτι καὶ ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς · καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω.