Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔσπευσεν Ἀβειγαία καὶ ἔλαβεν διακοσίους ἄρτους καὶ δύο ἀγγεῖα οἴνου καὶ πέντε πρόβατα πεποιημένα καὶ πέντε οἰφὶ ἀλφίτου καὶ γόμορ ἱν σταφίδος καὶ διακοσίας παλάθας, καὶ ἔθετο ἐπὶ τοὺς ὄνους·

καὶ εἶπεν τοῖς παιδαρίοις αὐτῆς προσπορεύεσθε ἔμπροσθέν μου, καὶ ἰδοὺ ἐγὼ ὀπίσω ὑμῶν παραγίνομαι. καὶ τῷ ἀνδρὶ αὐτῆς οὐκ ἀπήγγειλεν .

καὶ ἐγενήθη αὐτῆς ἐπιβεβηκυίης ἐπὶ τὴν ὄνον καὶ καταβαινούσης ἐν σκέπῃ τοῦ ὄρους, καὶ ἰδοὺ Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ κατέβαινον εἰς συνάντησιν αὐτῆς· καὶ ἀπήντησεν αὐτοῖς.

καὶ Δαυεὶδ εἶπεν Ἴσως εἰς ἄδικον πεφύλακα πάντα τὰ αὐτοῦ ἐν τῇ ἐρήμῳ καὶ οὐκ ἐνετειλάμεθα λαβεῖν ἐκ πάντων τῶν αὐτοῦ οὐθέν, καὶ ἀνταπέδωκέν μοι πονηρὰ ἀντὶ ἀγαθῶν·

τάδε ποιήσαι ὁ θεὸς τῷ Δαυεὶδ καὶ τάδε προσθείη, εἰ ὑπολείψομαι ἐκ πάντων τῶν τοῦ Ναβὰλ ἕως πρωὶ οὐροῦντα πρὸς τοῖχον.

καὶ εἶδεν Ἀβειγαία τὸν Δαυείδ, καὶ ἔσπευσεν καὶ κατεπήδησεν ἀπὸ τῆς ὄνου καὶ ἐνώπιον Δαυεὶδ ἐπὶ πρόσωπον αὐτῆς, καὶ προσεκύνησεν τὴν γῆν

ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ εἶπεν Ἐν ἐμοί, κύριέ μου, ἢ ἀδικία μου· λαλησάτω δὴ ἡ δούλη σου εἰς τὰ ὦτά σου, καὶ ἄκουσον τῆς δούλης σου λόγον.

μὴ δὴ θέσθω ὁ κύριός μου καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν τοῦτον, ὅτι κατὰ τὸ ὄνομα αὐτοῦ οὗτός ἐστιν· Ναβὰλ ὄνομα αὐτῷ καὶ ἀφροσύνη μετ’ αὐτοῦ· καὶ ἐγὼ ἡ δούλη σου οὐκ εἶδον τὰ παιδάριά σου ἃ ἀπέστειλας.

καὶ νῦν, κύριε, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, καθὼς ἐκώλυσέν σε κύριος τοῦ μὴ ἐλθεῖν εἰς αἷμα ἀθῷον καὶ σώζειν τὴν χεῖρά σού σοι· καὶ νῦν γένοιντο ὡς Ναβὰλ οἱ ἐχθροί σου καὶ οἱ ζητοῦντες τῷ κυρίῳ μου κακά.

καὶ νῦν λάβε τὴν εὐλογίαν ἢν ἐνήνοχεν ἡ δούλη σου τῷ κυρίῳ μου, καὶ δώσεις τοῖς παιδαρίοις τοῖς παρεστηκόσιν τῷ κυρίῳ μου.

ἆρον δὴ τὸ ια τῆς δούλης σου, ὅτι ποιῶν ποιήσει κύριος τῷ κυρίῳ μου [*](Α 16 ποιμανοντες (sic) B* ποιμαιν. B ab) 17 τον οἶκον] pr πάντα Α 18 οιφει Α | τοὺς ὄνους] τὰς ὂν. Α 19 προπορεύεσθαι Α | ἀύτης 2°] + Ναβαλ 20 επιβεβηκυεις Α | κατέβαινον] κατεβαιναν Α 23 ἴδεν Α 24 ἔπι τοὺς πόδας] pr καὶ ἔπεσεν Α | τῆς δούλης σου ληὸν] ’τον λόγον τῆς δ. σ. Α 25 μὴ δὴ θέσθω ο sup ras A1 | τουτον] + επι Ναβαλ Α | οὕτος . . . μετ’ αὐτοῦ] καὶ αφρο|συνη μετ’ αὐτοῦ· αὐτὸς εστιν| Ναβαλ καὶ ἀφροσύνη μετ’ αυτου| Α | οὐχ ἴδον Α | παιδιαρια Α 27 εὐλογίαν] + ταυτην Α | μου 1°] λάβε Α 28 om ποίων Α)

599
οἶκον πιστόν, ὅτι πόλεμον κυρίου μου ὁ κύριος πολεμεῖ, καὶ κακία [*]()V οὐχ εὑρεθήσεται ἐν σοὶ πώποτε.

καὶ ἀναστήσεται ἄνθρωπος κατα- διώκων σε καὶ ζητῶν τὴν ψυχήν σου, κ δεμένη ἐν δεσμῷ τῆς ζωῆς παρὰ κυρίῳ τῷ σου σφενδονήσεις ἐν μέσῳ τῆς σφενδόνης.

καὶ καὶ ἔσται ὅτι ποιήσει κύριος τῷ κυρίῳ μου πάντα ὅσα ἐλάλησεν ἀγαθὰ ἐπὶ σέ, καὶ ἐντελεῖταί σοι εἰς ἡγούμενον ἐπὶ Ἰσραήλ.

καὶ οὐκ ἱστᾶι σοι τοῦτο βδελυγμὸς καὶ σκάνδαλον τῷ κυρίῳ μου, ἐκχέαι αἷμα ἀθῷον δωρεὰν καὶ σῶσαι χεῖρα κυρίου μου αὐτῷ· καὶ ἀγαθῶσαι κύριος τῷ κυρίῳ μου, καὶ μνησθήσῃ τῆς δούλης σου ἀγαθῶσαι αὐτῇ.

καὶ εἶπεν Δαυεὶδ τῇ Ἀβειγαίᾳ Εὐλογητὸς κύριος ὁ θεὸς Ἰσραὴλ ὃς ἀπέστειλέν σε εἰς ἀπάντησίν μου.

καὶ εὐλογητὸς ὁ τρόπος σου, καὶ εὐλογημένη σὺ ἡ ἀποκωλύσασά με σήμερον ἐν ταύτῃ μὴ ἐλθεῖν εἰς αἵματα καὶ σῶσαι μου ἐμοί.

πλὴν ὅτι ζῆ κύριος ὁ θεὸς Ἰσραὴλ ὃς ἁ με σήμερον τοῦ κακοποιῆσαί σε, ὅτι εἰ μὴ ἔσπευσας καὶ παρεγένου εἰ ἀπάντησίν μοι, τότε εἶπα Εἰ ὑπολειφθήσεται τῷ Ναβὰλ ἕως τοῦ πρωὶ οὐρῶν πρὸς τοῖχον.

καὶ ἔλαβεν Δαυεὶδ ἐκ χειρὸς πάντα ἃ ἔφερεν αὐτῷ, καὶ εἶπεν αὐτῇ Ἀνάβηθι εἰς εἰρήνην εἰς οἶκόν σου· βλέπε, ἤκουσα τῆς φωνῆς σου καὶ ᾑρέτισα τὸ πρόσωπόν σου.

καὶ παρεγενήθη Ἀβειγαία πρὸς Ναβάλ· καὶ ἰδοὺ αὐτῷ πότος βασιλέως καὶ ἡ καρδία Ναβὰλ ἀγαθὴ ἐπ’ αὐτόν, καὶ αὐτὸς μεθύων ἕως σφόδρα· καὶ οὐκ ἀπήγγειλεν αὐτῷ ῥῆμα μικρὸν ἢ μέγα ἕως φωτὸς τοῦ πρωί.

καὶ ἐγένετο πρωὶ ὡς ἐξένηψεν ἀπὸ τοῦ οἴνου Ναβάλ, ἀπήγγειλεν ἡ γυνὴ αὐτοῦ τὰ ῥήματα ταῦτα, καὶ ἐναπέθανεν ἡ καρδία αὐτοῦ ἐν αὐτῷ, καὶ αὐτὸς γίνεται ὡς λίθος·