Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐγενήθη μετὰ ταῦτα καὶ ἐπάταξεν καρδία Δαυεὶδ αὐτόν, ὅτι ἀφεῖλεν τὸ πτερύγιον τῆς διπλοίδος αὐτοῦ.

καὶ εἶπεν Δαυεὶδ πρὸς τοὺς ἄνδρας αὐτοῦ Μηδαμῶς μοι παρὰ κυρίου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ χριστῷ κυρίου, ἐπενέγκαι χεῖρά μου ἐπ’ αὐτόν· ὅτι χριστὸς κυρίου ἐστὶν οὗτος.

καὶ ἔπεισεν Δαυεὶδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις, καὶ οὐκ ἔδωκεν αὐτοῖς ἀναστάντας θῦσαι τὸν Σαούλ· καὶ ἀνέστη Σαοὺλ καὶ κατέβη τὴν ὁδόν.