Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔλαβεν μεθ’ ἑαυτοῦ τρεῖς χιλιάδας ἀνδρῶν ἐκλεκτοὺς ἐκ παντὸς ’lσραήλ, καὶ ἐπορεύθη ζητεῖν τὸν Δαυεὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ ἐπὶ πρόσωπον Ἐδδαιέμ.

καὶ ἦλθεν εἰς τὰς ἀγέλας τὰς ἐπὶ τῆς ὁδοῦ, καὶ ἦν ἐκεῖ σπήλαιον· καὶ Σαοὺλ παρασκευάσασθαι, καὶ Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτερον τοῦ σπηλαίου ἐκάθηντο.

καὶ εἶπον οἱ ἄνδρες Δαυεὶδ πρὸς ἰδοὺ ἡ ἡμέρα αὕτη ἢν εἶπεν κύριος πρὸς σέ, παραδοῦναι τὸν σου εἰς τὰς χεῖράς σου· καὶ ποιήσεις αὐτῷ ὡς ἀγαθὸν ἐν ὀφθαλμοῖς σου. καὶ ἀνέστη Δαυεὶδ καὶ ἀφεῖλεν τὸ πτερύγιον τῆς διπλοίδος τῆς Σαοὺλ λαθραίως.