Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἔρχεται Δαυεὶδ εἰς Νομᾶ πρὸς Ἀβιμέλεχ τὸν ἱερέα· καὶ ἐξέστη Ἀβειμέλεχ τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπεν αὐτῷ Τί ὅτι σὺ μόνος καὶ οὐθεὶς μετὰ σοῦ;

καὶ εἶπεν Δαυεὶδ τῷ ἱερεῖ Ὁ ἐντέταλταί μοι ῥῆμα σήμερον καὶ εἶπέν μοι Μηδεὶς γνώτω τὸ ῥ’ περὶ οὗ ἐγὼ ἀποστέλλω σε καὶ ὑπὲρ οὗ ἐντέταλμαί σοι. καὶ τοῖς παιδαρίοις διαμεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ Θεοῦ πίστις, Φελλανεὶ Μαεμωνεί.

καὶ νῦν εἰσὶν ὑπὸ τὴν χεῖρά σου πέντε ἄρτοι ; δὸς εἰς χεῖρά μου τὸ εὑρεθέν.

καὶ ἀπεκρίθη ὁ ἱερεὺς τῷ Δαυεὶδ καὶ εἶπεν οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ὅτι ἀλλ’ ἢ ἄρτοι ἅγιοί εἰσιν· εἰ πεφυλαγμένα τὰ παιδάριά ἐστιν ἀπὸ γυναικός, καὶ φάγεται.

καὶ ἀπεκρίθη Δαυεὶδ τῷ ἱερεῖ καὶ εἶπεν αὐτῶ Ἀλλὰ ἀπὸ γυναικὸς ἀπεσχήμεθα ἐχθὲς καὶ τρίτην ἡμέραν· ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν γέγονε πάντα τὰ παιδάρια ἡγνισμένα. καὶ αὐτὴ ἡ ὁδὸς βέβηλος ; διότι ἁγιασθήσεται σήμερον διὰ τὰ σκεύη μου.

καὶ ἔδωκεν αὐτῷ Ἀβειμέλεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως, ὅτι οὐκ ἦν ἐκεῖ ἄρτοι, ὅτι ἀλλ’ ἢ ἄρτοι τοῦ προσώπου, οἱ ἀφῃρημένοι ἐκ προσώπου κυρίου παρατεθῆναι ἄρτον θερμὸν ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς.

καὶ ἐκεῖ ἦν ἕλ’ τῶν παιδαρίων τοῦ Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συνεχόμενος Νεεσσαρὰν ἐνώπιον Κυρίου, καὶ ὄνομα αὐτῷ Δωὴκ ὁ Σύρος, [*](40 εισελθ] pr καὶ Α 41 ὡς εἰσῆλθεν τὸ παιδ’.] τὸ παιδ’. εἰσῆλθεν Α | Α αργαβ] ὕπνου Α | αὐτοῦ 1°] + επι την γῆν Α | τὼ πλήσιον] ’τον πλ. Α 42 Ιωναθαν] + τὼ Δᾷδ’ Α | ομωμεκαμεν B* ομωμοκ. B a) ωμωμοκ. Α | αμφοτεροι ἡμεῖς Α | μάρτυς] μαρ sup ras A1 XXI 1 Νομβα] Νοβα Α | Αβιμελεχ] Αμιμελεχ Α | Αβειμελεχ] Αβιμελεχ Α | om σὺ Α | οὐδεὶς A 2 τὼ ιερει] pr τὼ Αβιμελεχ Α | σήμερον ῥῆμα Α | μηδεὶς γνώτω] μὴ γν. μηδεὶς Α | ἀποστελῶ Α | ἐντέταλμαι B ab εντεταλμε B*)] ἐντέλλομαι Α | Φελλανει Μαεμωνει] Φελμωνι Ἄλμων Α 3 εἰσιν] pr εἰ Α | χεῖρα 2°] χεῖρας 4 ὅτι] + η Α | ἄρτοι ἅγιοι εισιν] ἄρτος ἄγιος ἐστιν Α | παιδάρια] παίδια Α | ἐστιν] εἰσιν Α | ἄπο γυν.] pr πλὴν Α 5 ἔχθες ἔκθες Α)] χθὲς B b | γεγονε νεν Α)] + ἐν Α 6 Αβιμελεχ Α | ἄρτοι 1°] ἄρτος Α | προφήτου Α 7 Νεσσαραν Α)

590
[*](B) νέμων τὰς ἡμιόνους Σαούλ.

καὶ εἶπεν Δαυεὶδ πρὸς Ἀβειμέλεχ ἴδε εἰ ἔστιν ἐνταῦθα ὑπὸ τὴν χεῖρά σου δόρυ ἢ ῥομφαία, ὅτι τὴν ῥομφαίαν μου καὶ τὰ σκεύη οὐκ εἴληφα ἐν τῇ χειρί μου, ὅτι ἦν τὸ τοῦ βασιλέως κατὰ σπουδήν.

καὶ εἶπεν ὁ ἱερεύς ἰδοὺ ἡ ία Γολιὰθ τοῦ ἀλλοφύλου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι Ἠλά· καὶ αὐτὴ ἐνειλημένη ἦν ἐν ἱματίῳ· εἰ ταύτην λήμψῃ, σεαυτῷ λάβε, ὅτι οὐκ ἔστιν ἑτέρα παρὲξ ταύτης ἐνταῦθα. καὶ εἶπεν Δαυείδ ἰδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή, δός μοι αὐτήν .

καὶ ἔδωκεν αὐτήν αὐτῷ· καὶ ἀνέστη Δαυεὶδ καὶ ἔφυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου Σαούλ. καὶ ἦλθεν Δαυεὶδ πρὸς Ἀγχοῦς βασιλέα Γέθ·

καὶ εἶπαν οἱ παῖδες ᾿ Αγχοὺς πρὸς αὐτόν οὐχὶ οὗτος Δαυεὶδ ὁ βασιλεὺς τῆς γῆς; οὐχὶ τούτῳ ἐξῆρχον αἱ χορεύουσαι λέγουσαι

  • Ἐπάταξεν Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ,
  • καὶ Δαυεὶδ ἰδ’ ἐν μυριάσιν αὐτοῦ ;
  • καὶ ἔθετο Δαυεὶδ τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ ἐφοβήθη σφόδρα ἀπὸ προσώπου ᾿ Αγχοὺς βασιλέως Γέθ.

    καὶ ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐνώπιον αὐτοῦ καὶ προσεποιήσατο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἐτυμπάνιζεν ἐπὶ ταῖς θύραις τῆς πόλεως καὶ παρεφέρετο ἐν ταῖς χερσὶν αὐτοῦ καὶ ἔπιπτεν ἐπὶ τὰς θύρας τῆς πύλης, καὶ τὰ σίελα αὐτοῦ κατέρρει ἐπὶ τὸν πώγωνα αὐτοῦ.

    καὶ εἶπεν ᾿ Αγχοὺς πρὸς τοὺς παῖδας αὐτοῦ Ἴδου ἴδετε ἄνδρα ἐπίλημπτον· ἵνα τί εἰσηγάγετε αὐτὸν πρὸς μέ;

    ἐλαττοῦμαι ἐπιλήμπτων ἐγώ, ὅτι εἰσαγιόχατε αὐτὸν ἐπιληπτεύεσθαι πρὸς μέ ; οὗτος οὐκ εἰσελεύσεται εἰς οἰκίαν.