Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Ἐξαπόστειλον δή με, ὅτι θυσία τῆς φυλῆς ἡμῖν ἐν τῇ πόλει καὶ ἐνετείλαντο πρὸς μὲ οἱ ἀδελφοί μου· καὶ νῦν εἰ εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, διασωθήσομαι δὴ κοὶ ὄψομαι τοὺς ἀδελφούς μου· διὰ τοῦτο οὐ παραγέγονεν ἐν ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως.

καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ ἐπὶ ’Iωναθὰν σφόδρα καὶ εἶπεν αὐτῷ αὐτομολούντων, οὐ γὰρ οἶδα ὅτι μέτοχος εἶ σὺ τῷ υἱῷ εἰς αἰσχύνην σου καὶ εἰς αἰσχύνην ἀποκαλύψεως μητρός σου ;

ὅτι πάσας τὰς ἡμέρας ἃς ὁ υἱὸς Ἰεσσαὶ ζῇ ἐπὶ τῆς γῆς οὐχ ἑτοιμασθήσεται ἡ βασιλεία σου· νῦν οὖν ἀποστείλας λάβε τὸν νεανίαν, ὅτι υἱὸς θανάτου οὗτος.

καὶ ἀπεκρίθη ἀπεκρίθη τῷ Σαούλ Ἵνα τί ἀποθνήσκει; τί πεποίηκεν ;

καὶ ἐπῆρεν Σαοὺλ τὸ δόρυ ἐπὶ Ἰωναθὰν τοῦ θανατῶσαι αὐτόν, καὶ ἔγνω Ἰωναθὰν ὅτι συντετέλεσται ἡ κακία αὕτη παρὰ τοῦ πατρὸς αὐτοῦ θανατῶσαι τὸν Δαυείδ.

καὶ ἀνεπήδησεν Ἰωναθὰν ἀπὸ τῆς τραπέζης ἐν ὀργῇ θυμοῦ, καὶ οὐκ ἔφαγεν ἐν τῇ δευτέρᾳ τοῦ μηνὸς ὄρτον, ὅτι συνετέλεσεν ἐπ’ αὐτὸν ὁ πατὴρ αὐτοῦ.

Καὶ ἐγενήθη πρωὶ καὶ ἐξῆλθεν ’Iωναθὰν εἰς ἀγρον, καθὼς ἐτάξατο εἰς τὸ μαρτύριον Δαυείδ, καὶ παιδάριον μικρὸν μετ’ αὐτοῦ.

καὶ εἶπεν τῷ παιδαρίῳ Δράμε, εὑρέ μοι τὰς σχίζας ἐν αἷς ἐγὼ ἀκοντίζω· καὶ τό παιδάριον ἔδραμε, καὶ αὐτὸς ἠκόντιζε τῇ σχίζη, καὶ παρήγαγεν αὐτήν.

καὶ ἦλθεν τὸ παιδάριον ἕως τοῦ τόπου τῆς σχίζης οὗ ἠκόντιζεν Ἰωναθάν·

καὶ ἀνεβόησεν Ἰωναθὰν ὀπίσω τοῦ νεανίου καὶ εἶπεν Ἐκεῖ ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα· καὶ ἀνεβόησεν Ἰωναθὰν ὀπίσω τοῦ παιδαρίου αὐτοῦ λέγων ταχύνας σπεῦσον καὶ μὴ στῇς· καὶ ἀνέλεξε τὸ παιδάριον Ἰωναθὰν τὰς σχίζας πρὸς τὸν κύριον αὐτοῦ.

καὶ τὸ παιδάριον οὐκ ἔγνω οὐθὲν παρὲξ Ἰωναθὰν καὶ Δαυείδ.

καὶ Ἰωναθὰν ἔδωκεν τὰ σκεύη αὐτοῦ ἐπὶ τὸ παιδάριον αὐτοῦ, καὶ [*](Α 27 ο υιος] om ο Α | εχθες B* εκθες Α)] χθὲς Bb 28 παρῆγε Α 29 με δὴ Α | ἥμιν] εἰμι Α Ι εντειλατο π. μ. ο ἀδελφὸς Α νυν ει] νυνὶ Α 30 σφόδρα κα sup ras Α1 | εἰς αἰσχύνην 1°] αἰσχύνην Α Ι σου· sup ras Α1 32 Σαουλ] + τὼ πݲρݲιݲ αὐτοῦ καὶ εἶπεν προς| αὐτὸν Α του θανάτωσαι αὐτὸν καὶ ἔγνω Ιωναθαν Α 34 ἀπεπήδησεν Α Ι θύμω Α | τῆ δεῦτ’.] pr ἥμερα Α Ι αρτον] + ὅτι εθραυσθη ἔπι τον| Δᾷδ’· Α 35 Δᾷδ’ εἶ μαρτύριον Α 36 ἔδραμεν (ρα sup ras A1) Α | ηκοντιζεν Α Ι σχίζει 37 ἠκόντισεν Α 38 om καὶ ανεβοησεν Ιωναθαν Α Ι ἀνεβόησεν 2°] Α Ι ἀνέλεξεν Α Ι σχεζας] + και ἤνεγκεν τὰς σχιζας Babmg A 39 — 40 οὐκ εγνω...επι τὸ παιδάριον Α )

589
τῷ παιδαρίῳ αὐτοῦ Πορεύου, εἴσελθε εἰς τὴν πόλιν.

καὶ ὡς εἰσῆλθεν [*](B) τὸ παιδάριον, καὶ Δαυεὶδ ἀνέστη ἀπὸ τοῦ ἀργὰβ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ τρίς, καὶ κατεφίλησεν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἔκλαυσεν ἕκαστος τῷ πλησίον αὐτοῦ ἕως συντελείας μεγάλης.

καὶ εἶπεν Ἰωναθάν Πορεύου εἰς εἰρήνην, καὶ ὡς ὀμωμόκαμεν ἡμεῖς ἀμφότεροι ἐν ὀνόματι κυρίου λέγοντες κύριος ἔσται μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου ἕως αἰῶνος.

καὶ ἀνέστη Δαυεὶδ καὶ ἀπῆλθεν, καὶ Ἰωναθὰν εἰσῆλθεν εἰς τὴν πόλιν.