Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ ἐπὶ ’Iωναθὰν σφόδρα καὶ εἶπεν αὐτῷ αὐτομολούντων, οὐ γὰρ οἶδα ὅτι μέτοχος εἶ σὺ τῷ υἱῷ εἰς αἰσχύνην σου καὶ εἰς αἰσχύνην ἀποκαλύψεως μητρός σου ;

ὅτι πάσας τὰς ἡμέρας ἃς ὁ υἱὸς Ἰεσσαὶ ζῇ ἐπὶ τῆς γῆς οὐχ ἑτοιμασθήσεται ἡ βασιλεία σου· νῦν οὖν ἀποστείλας λάβε τὸν νεανίαν, ὅτι υἱὸς θανάτου οὗτος.

καὶ ἀπεκρίθη ἀπεκρίθη τῷ Σαούλ Ἵνα τί ἀποθνήσκει; τί πεποίηκεν ;

καὶ ἐπῆρεν Σαοὺλ τὸ δόρυ ἐπὶ Ἰωναθὰν τοῦ θανατῶσαι αὐτόν, καὶ ἔγνω Ἰωναθὰν ὅτι συντετέλεσται ἡ κακία αὕτη παρὰ τοῦ πατρὸς αὐτοῦ θανατῶσαι τὸν Δαυείδ.

καὶ ἀνεπήδησεν Ἰωναθὰν ἀπὸ τῆς τραπέζης ἐν ὀργῇ θυμοῦ, καὶ οὐκ ἔφαγεν ἐν τῇ δευτέρᾳ τοῦ μηνὸς ὄρτον, ὅτι συνετέλεσεν ἐπ’ αὐτὸν ὁ πατὴρ αὐτοῦ.

Καὶ ἐγενήθη πρωὶ καὶ ἐξῆλθεν ’Iωναθὰν εἰς ἀγρον, καθὼς ἐτάξατο εἰς τὸ μαρτύριον Δαυείδ, καὶ παιδάριον μικρὸν μετ’ αὐτοῦ.

καὶ εἶπεν τῷ παιδαρίῳ Δράμε, εὑρέ μοι τὰς σχίζας ἐν αἷς ἐγὼ ἀκοντίζω· καὶ τό παιδάριον ἔδραμε, καὶ αὐτὸς ἠκόντιζε τῇ σχίζη, καὶ παρήγαγεν αὐτήν.

καὶ ἦλθεν τὸ παιδάριον ἕως τοῦ τόπου τῆς σχίζης οὗ ἠκόντιζεν Ἰωναθάν·