Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐὰν τάδε εἴπω τῶ νεανίσκῳ Ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα, πορεύου, ὅτι ἐξαπέσταλκέν σε κύριος.

καὶ τὸ ῥῆμα ὃ ἐλαλήσαμεν ἐγὼ καὶ σύ, ἰδοὺ Κύριος μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ ἕως αἰῶνος.

Καὶ κρύπτεται Δαυεὶδ ἐν ἀγρῷ, καὶ παραγίνεται ὁ μὴν καὶ ἔρχεται ὁ βασιλεὺς ἐπὶ τὴν τράπεζαν τοῦ φαγεῖν.

καὶ ἐκάθισεν ἐπὶτὴν καθέδραν αὐτοῦ ὡς ἅπαξ καὶ ἅπαξ ἐπὶ τῆς καθέδρας παρὰ τοῖχον, καὶ προέφθασεν τὸν Ἰωναθάν, Δαυείδ.

καὶ ἐκάθισεν Ἀβεννὴρ ἐκ πλαγίων Σαούλ, καὶ ἐπεσκέπη ὁ τόπος ὅτι Σύμπτωμα φαίνεται μὴ καθαρὸς εἶναι, ὅτι οὐ κεκαθάρισται.

καὶ ἐγενήθη τῇ ἐπαύριον τοῦ μηνὸς τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐπεσκέπη ὁ τόπος τοῦ Δαυείδ, καὶ εἶπεν Σαοὺλ πρὸς Ἰωναθὰν τὸν υἱὸν αὐτοῦ Τί [*](12 ἀποστέλλω Α 13 ο θεὸς] κݲςݲ Α | ἐξαποστέλλω Α 14 καὶ Μεν] κὰν μὲν Bab καὶ με| Α | ἔλεος μετ’ ἐμοῦ] μετ’ ἐμοῦ ἔλεος κݲνݲ Α 15 om Α Ι ευρεθηναι] ἐξαρθῆναι Α Ι του Ιων.] om του Α 17 Δαυεὶδ] + ἐν ἠγαπηκέναι αὐτὸν Α Ι ἠγάπησεν] ἠγάπηκεν Α 18 εἶπεν] + ἀυτῶ Α | μηνια Α 19 κρυβῆς] ἐκρύβης Α | καθήσῃ] καθίσεις Α Ι εργαβ] ἔργον Α 20 ἀκοντίζων] pr θήρα Α | ἐκπέμπων] εἰ πέμπων Α Ι Αρματταρει] Λααρματταραι Α 21 γουζαν] σχίζαν Α ἱ om κυρίου Α 22 ὧδε] ἴδε Α | σχίζα] † ἔκει Α 24 ἀγρῶ] pr τὼ Α Ο ἐκάθισεν °] † ο βασιλεὺς Α Ι καὶ εκαθισεν (2°) bis scr Α Ι Αβεννηρ] Αβενηρ ἐνώπιον αὐτοῦ Α 26 οὐκ λησεν] οὐκ ἔλα sup ras A1 Ι Σαουλ] + οὐδὲν Α | εἴρηκεν] εἶπεν 27 om τῆ ἥμερα Α )

588
[*](B) ὅτι οὐ παραγέγονεν ὁ υἱὸς Ἰεσσαὶ καὶ ἐχθὲς καὶ σήμερον ἐπὶ τὴν τράπεζαν ;

καὶ ἀπεκρίθη Ἰωναθὰν τῷ Σαοὺλ καὶ εἶπεν αὐτῷ παρῄτηται Δαυεὶδ παρ’ ἐμοῦ ἕως εἰς Βηθλέεμ τὴν πόλιν αὐτοῦ πορευθῆναι,

καὶ εἶπεν Ἐξαπόστειλον δή με, ὅτι θυσία τῆς φυλῆς ἡμῖν ἐν τῇ πόλει καὶ ἐνετείλαντο πρὸς μὲ οἱ ἀδελφοί μου· καὶ νῦν εἰ εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, διασωθήσομαι δὴ κοὶ ὄψομαι τοὺς ἀδελφούς μου· διὰ τοῦτο οὐ παραγέγονεν ἐν ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως.