Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

  1. ὅτι οὐκ ἐν ἰσχύι δυνατὸς ἀνήρ·
  1. Κύριος ἀσθενῆ ποιήσει ἀντίδικον αὐτοῦ·
  2. κύριος ἅγιος.
  3. [*](10a)
  4. μὴ καυχάσθω ὁ φρόνιμος ἐν τῇ φρονήσει αὐτοῦ,
  5. καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ,
  6. καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ·
  7. [*](10b)
  8. ἁλλ’ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος,
  9. καὶ γινώσκειν τὸν κύριον,
  10. καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς.
  11. [*]((10 b))
  12. Κύριος ἀνέβη εἰς οὐρανούς, καὶ ἐβρό αὐτὸς κρινεῖ ἄκρα γῆς.
  13. καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν,
  14. καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ.

Καὶ κατέλιπεν αὐτὸν ἐκεῖ ἐνώπιον καὶ ἀπῆλθεν εἰς καὶ τὸ παιδάριον ἦν λειτουργῶν τῷ προσώπῳ κυρίου Ἤλει τοῦ ἱερέως.

Καὶ υἱοὶ Ἤλει τοῦ ἱερέως υἱοὶ λοιμοί, οὐκ εἰδότες τὸν κύριον καὶ τὸ δικαίωμα τοῦ ἱερέως παρὰ τοῦ λαοῦ παντὸς τοῦ θύοντος·

καὶ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως ὡς ἂν ἡψήθη τὸ κρέας, κα κρεάγρα [*](A 5 ασθενουντες] οι πινωντες Α 8 καθισαι] + αὐτὸν A Ι δικαιων Α 9 ἐνισχύει fort BA 10 χρειστου ρειστο sup χριστου BbA) 11 12 υιοι 1°] pr οι Α Ι θνݲ|οντος A 13 ηψηθη] η 1° sup ras Babvid)

549
τριόδους ἐν τῇ χειρὶ αὐτοῦ·

καὶ ἐπάταξεν αὐτὴν εἰς τὸν λέβητα τὸν [*](B) μέγαν ἢ εἰς τὸ χαλκίον ἢ εἰς τὴν κύθραν· πᾶν ὃ ἐὰν ἀνέβη ἐν τῆ κρεάγρᾳ ἐλάμβανεν ἑαυτῷ ὁ ἱερεύς· κατὰ τάδε ἐποίουν παντὶ Ἰσραήλ, τοῖς ἐρχομένοις θῦσαι κυρίῳ ἐν Σηλώμ.

καὶ πρὶν θυμιαθῆναι στέαρ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως καὶ ἔλεγεν τῷ ἀνδρὶ τῷ θύοντι Δὸς κρέας ὀπτῆσαι τῷ ἱερεῖ, καὶ οὐ μὴ λάβω παρὰ σοῦ ἑφθὸν ἐκ τοῦ λέβητος.

καὶ ἔλεγεν ὁ ἀνὴρ ὁ θύων Θυμιαθήτω πρῶτον ὡς καθήκει τὸ στέαρ, καὶ λάβε σεαυτῷ ἐκ πάντων ὧν ἐπιθυμεῖ ἡ σου. καὶ εἶπεν οὐχί, ὅτι νῦν δώσεις· καὶ ἐὰν μή, λήμψομ