Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ὤρθρισεν Σαμουὴλ καὶ ἐπορεύθη εἰς ἀπάντησιν Ἰσραὴλ πρωί· καὶ [*](A XV 1 ἔπι Ισρ.] pr ἔπι ’τον λαὸν αὐτοῦ Α | ἄκουε] ἄκουσον Α Ι τῆς † τῶν λογων Α 2 Αμαληχ Α 3 Ιεερειμ Α | τὰ αὐτοῦ °] om τὰ Α περιποιήσει Α | αναθεματιει Α 4 επισκεπεται B | τετρακοσίας] δέκα Α ’τον Ἰούδαν τριακ. χιλ. ταγμάτων] δέκα χιλ. ταγμ. Ἰούδα Α 5 πόλεων] πολέμω Α .| Αμαληχ Α Ι ενεδρευσεν Α 6 Κιναιον Α | Αμαληκιτου Α τῶν ὑιῶν] pr πάντων Α | Κιναιος Α 7 Ευειλατ] Ευιλα Α Ι Ασσουρ] Σουρ Α Ι ἔπι] pr η Α 8 ’τον λαὸν] + ἐξωλέθρευσεν Α Ι Ιερειμ] Ηρειμ 9 εξολεθρ. ἀυτὰ Α | ἐξωλέθρευσεν Α 11 om ὅτι ἐβασίλευσα Α | ἐτήρησεν] Α 12 Ισραηλ] pr τὼ Α | απηγγελη] ἀπήγγειλεν Α)

575
τῷ Σαοὺλ λέγοντες Ἥκει Σαμουὴλ εἰς Κάρμηλον, καὶ ἀνέστακεν [*](B)

αὐτῷ χεῖρα. καὶ ἐπέστρεψεν τὸ ἅρμα καὶ κατέβη εἰς Γάλγαλα πρὸς Σαούλ, καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ κυρίῳ, τὰ πρῶτα τῶν σκύλων ὧν ἤνεγκεν ἐξ Ἀμαλήκ. καὶ παρεγένετο Σαμουὴλ πρὸς Σαούλ, καὶ εἶπεν αὐτῷ Σαούλ Εὐλογητὸς σὺ τῷ κυρίῳ· ἔστησα ὅσα ἐλάλησεν κύριος.

καὶ εἶπεν Σαμουὴλ καὶ τίς ἡ φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσίν μου, καὶ φωνὴ τῶν βοῶν ἣν ἐγὼ ἀκούω ;

καὶ εἶπεν Σαούλ Ἐξ Ἀμαλὴκ ἤνεγκα αὐτά, ἃ περιεποιήσατο ὁ λαός, τὰ κράτιστα τοῦ ποιμνίου καὶ τῶν βοῶν, ὅπως τυθῇ τῷ κυρίῳ θεῷ σου· καὶ τὰ λοιπὰ ἐξωλέθρευσα.

καὶ εἶπεν Σαμουὴλ πρὸς Σαούλ " καὶ ἀπαγγελῶ σοι ἃ ἐλάλησεν κύριος πρὸς μὲ τὴν νύκτα· καὶ αὐτῷ Λάλησον.

καὶ εἶπεν Σαμουὴλ πρὸς Σαούλ Οὐχὶ μικρὸς σὺ εἰ ἐνώπιον αὐτοῦ, ἡγούμενος σκήπτρου φυλῆς Ἰσραήλ ; καὶ ἔχρισέν σε κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ.

καὶ ἀπέστειλέν σε Κύριος ἐν ὁδῷ καὶ εἰπέν σοι Πορεύθητι καὶ ἐξολέθρευσον· ἀνελεῖς τοὺς ἁμαρτάνοντας εἰς ἐμέ, τὸν Ἀμαλήκ, καὶ πολεμήσεις αὐτοὺς ἕως συντελέσῃς αὐτούς.

καὶ ἵνα τί οὐκ ἤκουσας φωνῆς κυρίου, ἀλλ’ ὥρμησας τοῦ θέσθαι ἐπὶ τὰ σκῦλα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον κυρίου ;

καὶ εἶπεν Σαοὺλ πρὸς Σαμουὴλ Διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ· καὶ ἐπορεύθην τῇ ὁδῷ ᾗ ἀπέστειλέν με κύριος, καὶ ἤγαγον τὸν Ἀγὰγ βασιλέα Ἀμαλήκ, καὶ τὸν Ἀμαλὴκ ἐξωλέθρευσα.

καὶ ἔλαβεν ὁ λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια τὰ πρῶτα τοῦ ἐξολεθρεύματος, ἐνώπιον κυρίου θεοῦ ἡμῶν ἐν Γαλγάλοις.

καὶ εἶπεν Σαμουὴλ Εἰ θελητὸν τῷ κυρίῳ ὁλοκαυτώματα καὶ θυσίας ὡς τὸ ἀκοῦσαι φωνῆς κυρίου ; ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθήν, καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν.