Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ εἶπεν Σαμουὴλ πρὸς Σαούλ Ἐμὲ ἀπέστειλεν κύριος χρίσαι σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ νῦν ἄκουε τῆς φωνῆς Κυρίου.

τάδε εἶπεν κύριος σαβαώθ Νῦν ἐκδικήσω ἃ ἐποίησεν Ἀμαλὴκ τῷ Ἰσραήλ, ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου.

καὶ νῦν πορεύου καὶ πατάξεις τὸν Ἀμολὴκ καὶ Ἰερεὶμ καὶ πάντα τὰ αὐτοῦ, καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ καὶ ἐξολεθρεύσεις αὐτόν· καὶ ἀναθεμετιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ, καὶ οὐ φείσῃ ἀπ’ αὐτοῦ· καὶ ἀποκτενεῖν ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος, καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου.

Καὶ παρήγγειλεν Σαοὺλ τῷ λαῷ, καὶ ἐπισκέπτεται αὐτούς ἐν Γαλγάλοις τετρακοσίας χιλιάδας ταγμάτων, καὶ τὸν Ἰούδαν τριάκοντα χιλιάδας ταγμάτων.

καὶ ἦλθεν Σαοὺλ ἕως τῶν πόλεων Ἀμαλήκ, καὶ ἐνήδρευσεν ἐν τῷ χειμάρρῳ.

καὶ εἴπει Σαοὺλ πρὸς τὸν κειναῖον Ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ Ἀμαληκείτου, μὴ προσθῶ σε μετ’ αὐτοῦ, καἰ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν ’lσραὴλ ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου· καὶ ἐξέκλινεν ὁ Κειναῖος ἐκ μέσου Ἀμαλήκ.

καὶ ἐπάταξεν Σαοὺλ τὸν Ἀμαλὴκ ἀπὸ Εὑειλὰτ ἕως Ἀσσοὺρ ἐπὶ προσώπου Αἰγύπτου.

καὶ συνέλαβεν τὸν Ἀγὰγ βασιλέα Ἀμαλὴκ ζῶντα, καὶ πάντα τὸν λαὸν Ἰερεὶμ ἀπέκτεινεν ἐν στόματι ῥομφαίας.

καὶ περιεποιήσατο Σαοὺλ καὶ πᾶς ὁ λαὸς τὸν Ἀγὰγ ζῶντα, κοὶ τὰ ἀγαθὰ τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων καὶ πάντων τῶν ἀγαθῶν, καὶ οὐκ ἐβούλετο αὐτὰ ἐξολεθρεῦσαι· καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλέθρευσαν.

Καὶ ἐγενήθη ῥῆμα κυρίου πρὸς Σαμουὴλ λέγων

Παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαοὺλ εἰς βασιλέα, ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησεν. καὶ ἠθύμησεν Σαμουήλ, καὶ ἐβόησεν πρὸς Κύριον ὅλην τὴν νύκτα.