Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Ἰωναθάν ἰδού ἡμεῖς διαβαίνομεν πρὸς τοὺς ἄνδρας καὶ κατακυλισθησόμεθα πρὸς αὐτούς·

ἐὰν τόδε εἴπωσιν πρὸς ἡμᾶς Ἀπόστητε A ἑ κεῖ ἕως ἀν’ ἀπαγγείλωμεν ὑμῖν, καὶ στησόμεθα ἐφ' ἑαυτοῖς § καὶ οὐ μὴ ἀναβῶμεν ἐπ’ αὐτούς·

καὶ ἐὰν τάδε εἴπωσιν πρὸς ἡμᾶς Ἀνάβητε πρὸς ἡμᾶς, καὶ ἀναβησόμεθα, ὅτι παραδέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας ἡμῶν· τοῦτο ἡμῖν τὸ σημεῖον.

καὶ εἰσῆλθον ἀμφότεροι εἰς Μεσσὰφ τῶν ἀλλοφύλων · καὶ λέγουσιν οἱ ἀλλόφυλοι Ἴδου οἱ Ἑβραῖοι ἐκπορεύονται ἐκ τῶν τρωγλῶν αὐτῶν, οὗ ἐκρύβησαν ἐκεῖ.

καὶ ἀπεκρίθησαν οἱ ἄνδρες Μεσσὰφ πρὸς Ἰωναθὰν καὶ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ λέγουσιν Ἀνάβητε πρὸς ἡμᾶς, καὶ γνωριοῦμεν ὑμῖν ῥῆμα. καὶ εἶπεν Ἰωναθὰν πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ Ἀνάβηθι ὀπίσω μου, ὅτι παρέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας Ἰσραήλ.

καὶ ἀνέβη Ἰωναθὰν ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ ἐπὶ τοὺς πόδας αὐτοῦ, καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ μετ’ αὐτοῦ· καὶ ἐπέβλεψαν κατὰ πρόσωπον Ἰωναθάν, καὶ ἐπάταξεν αὐτούς, καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐπεδίδου ὀπίσω αὐτοῦ.

καὶ ἐγενήθη ἡ πληγὴ ἡ πρώτη ἢν ἐπάταξεν Ἰωναθὰν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὡς εἴκοσι ἄνδρες, ἐν βολίσι καὶ κόχλαξιν τοῦ πεδίου.

καὶ ἐγενήθη ἔκστασις ἐν τῇ παρεμβολῇ καὶ ἐν ἀγρῷ, καὶ πᾶς ὁ λαός, οἱ ἐν Μεσσὰφ καὶ οἱ διαφθείροντες, ἐξέστησαν, καὶ αὐτοὶ οὐκ ἤθελον ποιεῖν· καὶ ἐθάμβησεν ἡ γῆ, καὶ ἐγενήθη ἔκστασις παρὰ κυρίου.

καὶ εἶδον οἱ σκοποὶ τοῦ Σαοὺλ ἐν Γαβεὲ Βενιαμείν, καὶ ἰδοὺ ἡ παρεμβολὴ τετα . . . και [*](A 9 ...και ου μη ἀναβῶμεν Α 10 τὰς χειρας] om τας Α Α 12 Μεσσαφ] της Μεσαβ Α | πρὸς 1°] πρωτον Α Ι χειρας] τας Α 14 ἄνδρας Α Ι εν βολισι] ἐν βολισῑ| καὶ ἐν πετροβόλοις Α Ι κοχλαξιν] εν κοχλασιν Α 15 εκστασις Ι°] εκστασεις Α | οι εν Μεσσαφ] ο εν Α Ι ποιειν] πονεῖν Α 16 ιδον Α | Σαυυλ] Ααουλ Α Ι Γαβαα Α)

571
ραγμένη ἔνθεν καὶ ἔνθεν.

καὶ εἶπεν Σαοὺλ τῷ λαῷ τῷ μετ’ αὐτοῦ [*](B) Ἐπισκέψασθε δὴ καὶ ἴδετε τίς πεπόρευται ἐξ ὑμῶν· καὶ ἐπεσκέψαντο, καὶ ἰδοὺ οὐχ εὑρίσκετο Ἰωναθὰν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ.

καὶ εἶπεν Σαοὺλ τῷ Ἀχειά προσάγαγε τὸ ἐφούδ· ὅτι αὐτὸς ἦρεν τὸ ἐφοὺδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον Ἰσραήλ.