Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐγενήθη ὡς ἐλάλει Σαοὺλ πρὸς τὸν ἱερέα, καὶ ὁ ἦχος ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων ἐπορεύετο πορευόμενος καὶ ἐπλήθυνεν· καὶ εἶπεν Σαοὺλ πρὸς τὸν ἱερέα Συνάγαγε τὰς χεῖράς σου.

καὶ ἀνέβη Σαοὺλ καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ, καὶ ἔρχονται ἕως τοῦ πολέμου· καὶ ἰδού ἐγένετο ῥομφαία ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτοῦ, σύγχυσις μεγάλη σφόδρα.

καὶ οἱ δοῦλοι οἱ ὄντες ἐχθὲς καὶ τρίτην ἡμέραν μετὰ τῶν ἀλλοφύλων, οἱ ἀναβάντες εἰς τὴν παρεμβολήν, ἀνεστράφησαν καὶ αὐτοὶ εἶναι μετὰ Ἰσραὴλ τῶν μετὰ Σαοὺλ καὶ Ἰωναθάν.

καὶ πᾶς ’lσραὴλ οἱ κρυπτόμενοι ἐν τῷ ὄρει Ἐφράιμ, καὶ ἤκουσαν ὅτι πεφεύγασιν ἀλλόφυλοι, κοὶ συνάπτουσιν καὶ αὐτοὶ ὀπίσω αὐτῶν εἰς πόλεμον.

καὶ ἔσωσεν κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ἰσραήλ· καὶ ὁ πόλεμος διῆλθεν τὴν Βαμώθ, καὶ πᾶς ὁ λαὸς ἦν μετὰ Σαοὺλ ὡς δέκα χιλιάδες ἀνδρῶν· καὶ ἦν ὁ πόλεμος διεσπαρμένος εἰς ὅλην πόλιν ἐν τῷ ὄρει τῷ Ἐφράιμ.

καὶ Σαοὺλ ἠγνόησεν ἄγνοιαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἀρᾶται τῷ λαῷ λέγων ἐπικατάρατος ὁ ἄνθρωπος ὃς φάγεται ἄρτον ἕως ἑσπέρας, καὶ ἐκδικήσω τὸν ἐχθρόν μου· καὶ οὐκ ἐγεύσατο πᾶς ὁ λαὸς ἄρτου, καὶ πᾶσα ἡ γῆ ἠρίστα.

καὶ Ἰάαλ δρυμὸς ἦν μελισσῶνος κατὰ πρόσωπον τοῦ ἀγροῦ.

καὶ εἰσῆλθεν ὁ λαὸς εἰς τὸν μελισσῶνα, καὶ ἰδοὺ ἐπορεύετο λαλῶν· καὶ ἰδοὺ οὐκ ἦν ἐπιστρέφων τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, ὅτι ἐφοβήθη ὁ λαὸς τὸν ὅρκον κυρίου.

καὶ Ἰωαθὰν ιὐκ ἀκηκόει ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ τὸν λαόν· καὶ ἐξέτεινεν τὸ ἄκρον τοῦ σκήπτρου αὐτοῦ τοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔβαψεν αὐτὸ εἰς τὸ κηρίον τοῦ μέλιτος, καὶ ἐπέστρεψεν τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ.

καὶ ἀπεκρίθη εἷς ἐκ τοῦ λαοῦ καὶ εἶπεν ‘oρκίσας ὥρκισεν ὁ πατήρ σου τὸν λαὸν λέγων Ἐπικατάρατος ὁ ἄνθρωπος ὃς φάγεται ἄρτον σήμερον· καὶ ἐξελύθη ὁ λαός. [*](17 τις] τι ο A vid | ευρισκεται Α 18 Αχια BbA | αυτος ηρεν το εφουδ] Α ην η κειβωτος του θυ Α 20 ανεβη] ανεβοηδεν Α 21 χθες Bb Ι μετα των αλ|αλλοφυλων εκθες και τριτην ημ. Α | αναβαντες] αναβαινοντες Α | ανεστραφησαν] επεστραφ. Α 22 Ισραηλ] pr ανηρ Α | αλλοφυλοι] pr οἱ Α 23 την Βαμω] τη Θαυν Avid | πολιν] pr την Α | τω Εφραιμ] om τω Α 25 Ιααλ] Ιαρ Α 26 om ιδου 2° Α 27 ορκωζειν Α | κηριον σκηπτρον Β* 28 τον λαον] τω λαω Α)

572
[*](Β)

καὶ ἔγνω Ἰωναθὰν καὶ εἶπεν Ἀπήλλαχεν ὁ πατήρ μου τὴν γῆν· ἴδε διότι εἶδον οἱ ὀφθαλμοί μου, ὅτι ἐγευσάμην βραχὺ τοῦ μέλιτος τούτου.