Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ Σαοὺλ ἔλαχεν τοῦ βασιλεύειν, κατακληροῦται ἔργον ἐπὶ Ἰσραήλ· καὶ κύκλῳ πάντας τοὺς ἐχθροὺς αὐτοῦ, εἰς τὸν Μωὰβ καὶ εἰς υἱοὺς Ἄμμων καὶ εἰς τοὺς υἱοὺς Ἐδὼμ καὶ εἰς τὸν Βαιθὼρ καὶ εἰς βασιλέα Σουβὰ καὶ εἰς τοὺς ἀλλοφύλους· οὗ ἂν ἐστράφη ἐσώζετο.

καὶ ἐποίησεν δύναμιν αὐνανείν, καὶ ἐπάταξεντὸν Ἀμαλήκ, καὶ ἐξ τὸν Ἰσραὴλ ἐκ χειρὸς τῶν καταπατούντων αὐτόν.

Καὶ υἱοὶ Σαοὺλ Ἰωναθὰν καὶ Ἰεσσιοὺλ καὶ Μελχεισά· καὶ ὀνόματα τῶν δύο θυγατέρων αὐτοῦ, ὄνομα τῇ πρωτοτόκῳ Μερόβ, καὶ ὄνομα τῆ δευτέρᾳ Μελχόλ.

καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Ἀχινόομ, θυγάτηρ Ἀχεινάας· καὶ ὄνομα τῷ ἀρχιστρατήγῳ Ἀβεννήρ, υἱὸς Νηρεὶ υἱοῦ οἰκείου Σαούλ.

καὶ Κεὶς πατὴρ Σαούλ, καὶ Νὴρ πατὴρ Ἀβεννὴρ υἱὸς Ἰαμεὶν υἱοῦ Ἀβειήρ. καὶ ἦν ὁ πόλεμος κραταιὸς ἐπὶ [*](41 ειπη] ειπης Α | om δὸς δὴ 1° Α Ι καὶ ° sup ras 4 ut vid litt Bab 42 βάλετε] λαβετε Α 43 γευόμενος] γευσάμενος Α 45 τὴν μέγ’. τ. ἐν Ισραηλ] ἐν Ιλημ| τὴν μεγ. τ. Α | ζῆ κύριος] pr ἵλεως Α Ι τριχὸς] pr ἄπο τῆς Α | om ἐν 2° Α 47 om κατακληροῦται ἔργον Α Ι Βαιθεωρ] Βεθωρ Α | Bc 48 om αυνανειν Α | επαταξεν Α] ἐποίησεν B 49 υιοι] pr οι Α | Ιεσσιουλ] Ισουει Α Ι Μελχεισα] Μελχισουε Α | om Μεροβ καὶ ὄνομα τῆ δεύτερα Α 50 Αχεινοομ Α Ι Αχεινασς] Αχιμαας Α Ι Αβενηρ Α | Νηρει] Νηρ Α 51 Αβεννηρ] Αβαινηρ Α Ι Ειαμειν Α Ι Αβειηρ] Αβιηλ Α )

574
[*](B) τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας Σαούλ· καὶ ἰδὼν Σαοὺλ πάντα ἄνδρα δυνατὸν καὶ πάντα ἄνδρα υἱὸν δυνάμεως, καὶ συνήγαγεν αὐτοὺς πρὸς αὐτόν.

Καὶ εἶπεν Σαμουὴλ πρὸς Σαούλ Ἐμὲ ἀπέστειλεν κύριος χρίσαι σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ νῦν ἄκουε τῆς φωνῆς Κυρίου.

τάδε εἶπεν κύριος σαβαώθ Νῦν ἐκδικήσω ἃ ἐποίησεν Ἀμαλὴκ τῷ Ἰσραήλ, ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου.

καὶ νῦν πορεύου καὶ πατάξεις τὸν Ἀμολὴκ καὶ Ἰερεὶμ καὶ πάντα τὰ αὐτοῦ, καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ καὶ ἐξολεθρεύσεις αὐτόν· καὶ ἀναθεμετιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ, καὶ οὐ φείσῃ ἀπ’ αὐτοῦ· καὶ ἀποκτενεῖν ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος, καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου.

Καὶ παρήγγειλεν Σαοὺλ τῷ λαῷ, καὶ ἐπισκέπτεται αὐτούς ἐν Γαλγάλοις τετρακοσίας χιλιάδας ταγμάτων, καὶ τὸν Ἰούδαν τριάκοντα χιλιάδας ταγμάτων.

καὶ ἦλθεν Σαοὺλ ἕως τῶν πόλεων Ἀμαλήκ, καὶ ἐνήδρευσεν ἐν τῷ χειμάρρῳ.

καὶ εἴπει Σαοὺλ πρὸς τὸν κειναῖον Ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ Ἀμαληκείτου, μὴ προσθῶ σε μετ’ αὐτοῦ, καἰ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν ’lσραὴλ ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου· καὶ ἐξέκλινεν ὁ Κειναῖος ἐκ μέσου Ἀμαλήκ.

καὶ ἐπάταξεν Σαοὺλ τὸν Ἀμαλὴκ ἀπὸ Εὑειλὰτ ἕως Ἀσσοὺρ ἐπὶ προσώπου Αἰγύπτου.

καὶ συνέλαβεν τὸν Ἀγὰγ βασιλέα Ἀμαλὴκ ζῶντα, καὶ πάντα τὸν λαὸν Ἰερεὶμ ἀπέκτεινεν ἐν στόματι ῥομφαίας.

καὶ περιεποιήσατο Σαοὺλ καὶ πᾶς ὁ λαὸς τὸν Ἀγὰγ ζῶντα, κοὶ τὰ ἀγαθὰ τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων καὶ πάντων τῶν ἀγαθῶν, καὶ οὐκ ἐβούλετο αὐτὰ ἐξολεθρεῦσαι· καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλέθρευσαν.

Καὶ ἐγενήθη ῥῆμα κυρίου πρὸς Σαμουὴλ λέγων

Παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαοὺλ εἰς βασιλέα, ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησεν. καὶ ἠθύμησεν Σαμουήλ, καὶ ἐβόησεν πρὸς Κύριον ὅλην τὴν νύκτα.

καὶ ὤρθρισεν Σαμουὴλ καὶ ἐπορεύθη εἰς ἀπάντησιν Ἰσραὴλ πρωί· καὶ [*](A XV 1 ἔπι Ισρ.] pr ἔπι ’τον λαὸν αὐτοῦ Α | ἄκουε] ἄκουσον Α Ι τῆς † τῶν λογων Α 2 Αμαληχ Α 3 Ιεερειμ Α | τὰ αὐτοῦ °] om τὰ Α περιποιήσει Α | αναθεματιει Α 4 επισκεπεται B | τετρακοσίας] δέκα Α ’τον Ἰούδαν τριακ. χιλ. ταγμάτων] δέκα χιλ. ταγμ. Ἰούδα Α 5 πόλεων] πολέμω Α .| Αμαληχ Α Ι ενεδρευσεν Α 6 Κιναιον Α | Αμαληκιτου Α τῶν ὑιῶν] pr πάντων Α | Κιναιος Α 7 Ευειλατ] Ευιλα Α Ι Ασσουρ] Σουρ Α Ι ἔπι] pr η Α 8 ’τον λαὸν] + ἐξωλέθρευσεν Α Ι Ιερειμ] Ηρειμ 9 εξολεθρ. ἀυτὰ Α | ἐξωλέθρευσεν Α 11 om ὅτι ἐβασίλευσα Α | ἐτήρησεν] Α 12 Ισραηλ] pr τὼ Α | απηγγελη] ἀπήγγειλεν Α)

575
τῷ Σαοὺλ λέγοντες Ἥκει Σαμουὴλ εἰς Κάρμηλον, καὶ ἀνέστακεν [*](B)

αὐτῷ χεῖρα. καὶ ἐπέστρεψεν τὸ ἅρμα καὶ κατέβη εἰς Γάλγαλα πρὸς Σαούλ, καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ κυρίῳ, τὰ πρῶτα τῶν σκύλων ὧν ἤνεγκεν ἐξ Ἀμαλήκ. καὶ παρεγένετο Σαμουὴλ πρὸς Σαούλ, καὶ εἶπεν αὐτῷ Σαούλ Εὐλογητὸς σὺ τῷ κυρίῳ· ἔστησα ὅσα ἐλάλησεν κύριος.

καὶ εἶπεν Σαμουὴλ καὶ τίς ἡ φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσίν μου, καὶ φωνὴ τῶν βοῶν ἣν ἐγὼ ἀκούω ;

καὶ εἶπεν Σαούλ Ἐξ Ἀμαλὴκ ἤνεγκα αὐτά, ἃ περιεποιήσατο ὁ λαός, τὰ κράτιστα τοῦ ποιμνίου καὶ τῶν βοῶν, ὅπως τυθῇ τῷ κυρίῳ θεῷ σου· καὶ τὰ λοιπὰ ἐξωλέθρευσα.