Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ Ἰωαθὰν ιὐκ ἀκηκόει ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ τὸν λαόν· καὶ ἐξέτεινεν τὸ ἄκρον τοῦ σκήπτρου αὐτοῦ τοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔβαψεν αὐτὸ εἰς τὸ κηρίον τοῦ μέλιτος, καὶ ἐπέστρεψεν τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ.

καὶ ἀπεκρίθη εἷς ἐκ τοῦ λαοῦ καὶ εἶπεν ‘oρκίσας ὥρκισεν ὁ πατήρ σου τὸν λαὸν λέγων Ἐπικατάρατος ὁ ἄνθρωπος ὃς φάγεται ἄρτον σήμερον· καὶ ἐξελύθη ὁ λαός. [*](17 τις] τι ο A vid | ευρισκεται Α 18 Αχια BbA | αυτος ηρεν το εφουδ] Α ην η κειβωτος του θυ Α 20 ανεβη] ανεβοηδεν Α 21 χθες Bb Ι μετα των αλ|αλλοφυλων εκθες και τριτην ημ. Α | αναβαντες] αναβαινοντες Α | ανεστραφησαν] επεστραφ. Α 22 Ισραηλ] pr ανηρ Α | αλλοφυλοι] pr οἱ Α 23 την Βαμω] τη Θαυν Avid | πολιν] pr την Α | τω Εφραιμ] om τω Α 25 Ιααλ] Ιαρ Α 26 om ιδου 2° Α 27 ορκωζειν Α | κηριον σκηπτρον Β* 28 τον λαον] τω λαω Α)

572
[*](Β)

καὶ ἔγνω Ἰωναθὰν καὶ εἶπεν Ἀπήλλαχεν ὁ πατήρ μου τὴν γῆν· ἴδε διότι εἶδον οἱ ὀφθαλμοί μου, ὅτι ἐγευσάμην βραχὺ τοῦ μέλιτος τούτου.

ἀλλ᾿ ὅτι ἔφαγεν ἔσθων ὁ λαὸς σήμερον τῶν σκύλων τῶν ἐχθρῶν αὐτῶν ὧν εὗρεν, ὅτι νῦν ὂν μείζων ἡ πληγὴ ἡ ἐν τοῖς ἀλλοφύλοις.

καὶ ἐπάταξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν ἀλλοφύλων ἐν Μαχεμάς, καὶ ἐκοπίασεν ὁ λαὸς σφόδρα.

καὶ ἐκλίθη ὁ λαὸς εἰς τὰ σκῦλα. καὶ ἔλαβεν ὁ λαὸς ποίμνια καὶ βουκόλια καὶ τέκνα βοῶν, καὶ ἔσφαξεν ἐπὶ τὴν γῆν· καὶ ἤσθιεν ὁ λαὸς σὺν τῷ αἵματι.

καὶ ἀπηγγέλη Σαοὺλ λέγοντες ‘Hμάρτηκεν ὁ λαὸς τῷ κυρίῳ, φαγὼν σὺν τῷ αἵματι· καὶ εἶπεν Σαούλ Ἐν Γεθθάιμ κυλίσατέ μοι λίθον ἐνταῦθα μέγαν.

καὶ εἶπεν Σαούλ Διασπάρητε ἐν τῷ λαὼ, καὶ εἴπατε αὐτοῖς προσάγειν ἐνταῦθα ἕκαστος τὸν μόσχον αὐτοῦ καὶ ἕκαστος τὸ πρόβατον ἑαυτοῦ, καὶ σφαζέτω ἐπὶ τούτου, καὶ οὐ μὴ ἁμάρτητε τῷ κυρίῳ τοῦ ἐσθίειν σὺν τῷ αἵματι· κα προσῆγεν πᾶς ὁ λαὸς ἕκαστος τὸ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἔσφαζον ἐκεῖ.

καὶ ἐκεῖ Σαοὺλ θυσιαστήριον τῷ κυρίῳ· τοῦτο ἤρξατο Σαοὺλ ᾠκοδόμησεν θυσιαστήριον τῷ κυρίῳ.

καὶ εἶπεν Σαούλ καταῶν ἀλλοφύλων τὴν νύκτα, καὶ διαρπάσωμεν ἐν αὐτοῖς ἕως διαφαύσῃ ἡμέρα, καὶ μὴ ὑπολίπωμεν ἐν αὐτοῖς ἄνδρα· καὶ εἶπαν Πᾶν’ τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει· καὶ εἶπεν ὁ ἱερεύς Προσέλθωμεν ἐνταῦθα πρὸς τὸν θεόν.

καὶ ἐπηρώτησεν Σαοὺλ τὸν θεόν Εἰ καταβῶ ὀπίσω τῶν ἀλλοφύλων ; εἰ παραδώσεις αὐτοὺς εἰς χεῖρας Ἰσραήλ; καὶ οὐκ ἀπεκρίθη αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

καὶ εἶπεν Σαούλ Ηροσαγάγετε ἐνταῦθα πάσας τὰς γωνίας τοῦ Ἰσραήλ, καὶ γνῶτε καὶ ἴδετε ἐν τίνι γέγονεν ἡ ἁμαρτία αὕτη σήμερον·

ὅτι ζῆ κύριος ὁ σώσας τὸν Ἰσραήλ, ὅτι ἐὰν ἀποκριθῇ κατὰ Ἰωναθὰν τοῦ υἱοῦ μου, θανάτῳ ἀποθανεῖται. καὶ οὐκ ἦν ὁ ἀποκρινόμενος ἐκ παντὸς τοῦ λαοῦ.

καὶ εἶπεν παντὶ Ἰσραήλ ‘Yμεῖς ἔσεσθε εἰς δουλείαν, καὶ ἐγὼ καὶ Ἰωναθὰν ὁ υἱός μου ἐσόμεθα εἰς δουλείαν· καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ To ἀγαθὸν ἐνώπιόν σου ποίει.

καὶ εἶπεν Σαούλ κύριε ὁ θεὸς Ἰσραήλ, τί ὅτι οὐκ ἀπεκρίθης τῷ δούλῳ [*](A 29 ἔιδον] ἴδον Α | om μου 2° Α 30 σήμερον ο λᾶος Α Ι μέζων] + (superscr) Α Ι η ἐν] om η Α 31 Μαχμας Α 32 εκεκλιθη Α 33 Σαουλ °] pr τω Α | λέγοντες] † ὅτι Α | ο λᾶος ἡμάρτηκεν Α Ι φαγως Α Γεθθαιμ] Γεθεμ Α | ἐνταῦθα λίθον Α 34 προσαγαγειν Α | ἑαυτοῦ] αυτου Α σφαζετω] σφαξατω Α | τούτου] + καὶ φάγεται ἀυτὰ Α | εσθιειν Α | Α | τῆ χειρὶ] om τῆ Α I αὐτοῦ 2°] + τὴν νυκταν Α | ἔσφαζον] 36 διαφωση Α Ι ἥμερα] pr η Α Ι υπολειπωμεν BabA | εἶπαν] εἶπεν Α Ι προσ|ελθωμεν B* προσελ|θωμεν Bb 37 αὐτοῦ B* αυτους Bab) 38 προσάγαγε Α 40 Ισραηλ] pr ανδρι Bab (superscr) Α 41 om τι Α Ι απεκριθη Α )

573
σου σήμερον ; ἢ ἐν ἐμοὶ ἢ ἐν Ἰωναθὰν τῷ υἱῷ μου ἡ ἀδικία ; [*](B) Κύριε ὁ θεὸς Ἰσραήλ, δὸς δήλους· καὶ ἐὰν τάδε εἴπῃ, δὸς δὴ τῶ λαῷ σου Ἰσραήλ, δὸς δὴ ὁσιότητα. καὶ κληροῦται Ἰωνασθὰν καὶ Σαούλ, καὶ ὁ λαὸς ἐξῆλθεν.

καὶ εἶπεν Σαούλ βάλετε ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον Ἰωναθὰν τοῦ υἱοῦ μου· ὃν ἂν κατακληρώσηται κύριος, ἀποθανέτω. καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ οὐκ ἔστιν τὸ ῥῆμα τοῦτο. καὶ κατεκράτησεν Σαοὺλ τοῦ λαοῦ, καὶ βάλλουσιν ἀνὰ μέσον αὐτοῦ καὶ ἀνὰ μέσον Ἰωναθὰν τοῦ υἱοῦ αὐτοῦ, καὶ κατακληροῦται ’lωναθάν.

καὶ εἶπεν Σαοὺλ πρὸς Ἰωανθάν ’ μοι τί πεποίηκας· καὶ ἀπήγγειλεν αὐτῷ Ἰωναθὰν καὶ εἶπεν ἐγευσάμην ἐν ἄκρῳ τῷ σκήπτρῳ τῷ ἐν τῆ χειρί μο ἰδοὺ ἐγὼ ἀποθνήσκω.

καὶ εἶπεν αὐτῷ Σαούλ τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, ὅτι θανάτῳ ἀποθανῇ σήμερον.

καὶ ὁ λαὸς πρὸς Σαούλ Εἰ σήμερον θανατωθήσεται ὁ ποιήσας τὴν τὴν μεγάλην ταύτην ἐν Ἰσραήλ ; ζῆ κύριος, εἰ πεσεῖται τριχὸς τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τὴν γῆν· ὅτι ὁ λαὸς τοῦ θεοῦ τὴν ἡμέραν ταύτην. καὶ προσηύξατο ὁ λαὸς περὶ Ἰωναθὰν ἐν ἐκείνῃ, καὶ οὐκ ἀπέθανεν.

καὶ ἀνέβη Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων· φύλων· καὶ οἱ ἀλλόφυλοι ἀπῆλθον εἰς τὸν τόπον αὐτῶν.