Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐγενήθη ὡς μετὰ μῆνα καὶ ἀνέβη Ναὸς ὁ Ἀμμανείτης καὶ [*](B) παρεμβάλλει ἐπὶ ἰαβεὶς Γαλαάδ· καὶ εἶπον πάντες οἱ ἄνδρες ἰαβεὶς πρὸς Νᾶάς τὸν Ἀμμανείτην Διάθου ἡμῖν διαθήκην καὶ δουλεύσομέν σοι.

καὶ εἶπεν πρὸς αὐτοὺς Νᾶάς ὁ Ἀμμανεἰτης Ἐν ταύτῃ διαθήσομαι ὑμῖν διαθήκην, ἐν τῷ ἐξορύξαι ὑμῶν πάντα ὀφθαλμὸν δεξιόν, καὶ θήσομαι ὄνειδος ἐπὶ Ἰσραήλ.

καὶ λέγουσιν αὐτῷ οἱ Ἰαβείς Ἄνες ἡμῖν ἑπτὰ ἡμέρας καὶ ἀποστελοῦμεν ἀγγέλους εἰς πᾶν ὅριον Ἰσραήλ· ἐὰν μὴ ἦ ὁ σώζων ἡμᾶς, ἐξελευσόμεθα πρὸς ὑμᾶς.

καὶ ἔρχονται οἱ ἄγγελοι εἰς Γαβαὰ πρὸς Σαούλ, καὶ τοὺς λόγους εἰς τὰ ὦτα τοῦ λαοῦ· καὶ ἦραν πᾶς ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν.

καὶ ἰδοὺ Σαοὺλ ἤρχετο μετὰ τὸ τὸ πρωὶ ἀγροῦ· καὶ εἶπεν Σαούλ Τί ὅτι κλαίει ὁ λαός ; καὶ διηγοῦνται αὐτῶ, τὰ ῥήματα τῶν υἱῶν Ἰαβείς.

καὶ ἐφήλατο πνεῦμα κυρίου Σαούλ, ὡς ἤκουσεν τὰ ῥήματα ταῦτα, καὶ ἐθυμώθη ἐπ’ αὐτοὺς ὀργὴ αὐτοῦ σφόδρα.

καὶ καὶ ἔλαβεν δύο βόας καὶ ἐμέλισεν αὐτός, ἀπέστειλεν εἰς πᾶν ὅριον Ἰσραὴλ ἐν χειρὶ ἀγγέλων λέγων ὡς οὐκ ἐστιν ἐκπορευόμενος ὀπίσω Σαοὺλ καὶ ὀπίσω Σαμουήλ, κατὰ τάδε ποιήσουσιν τοῖς βουσὶν αὐτοῦ· καὶ ἐπῆλθεν ἔκστασις κυρίου ἐπὶ τὸν λαὸν Ἰσραήλ, καὶ ἐβόησαν ὡς ἀνὴρ εἷς.