Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ αὐτὴ ἐλάλει ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο καὶ φωνὴ αὐτῆς οὐκ ἠκούετο· καὶ ἐλογίσατο αὐτὴν Ἤλει εἰς μεθύουσαν·

καὶ εἶπεν αὐτῇ τὸ παιδάριον ᾿Ηλεί Ἕως πότε μεθυσθήσῃ ; περιελοῦ τὸν οἶνόν σου καὶ πορεύου ἐκ προσώπου κυρίου.

καὶ ἀπεκρίθη Ἅννα καὶ εἶπεν οὐχί, κύριε· γυνὴ ἡ σκληρὰ ἡμέρα ἐγώ εἰμι, καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα, καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον κυρίου·

μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λοίμην, ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν.

καὶ ἀπεκρίθη Ἤλει καὶ εἶπεν αὐτῇ Πορεύου εἰς εἰρήνην· ὁ θεὸς ᾿Ισραὴλ δῴη σοι πᾶν αἴτημά σου ὃ ᾐτήσω παρ’ αὐτοῦ.

καὶ εἶπεν Εὗρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου. καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς· καὶ εἰσῆλθεν εἰς τὸ αὐτῆς, καὶ ἔφαγεν μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιεν, καὶ τὸ αὐτῆς οὐ συνέπεσεν ἔτι.

Καὶ ὀρθρίζουσιν τὸ πρωὶ καὶ προσκυνοῦσιν τῷ κυρίῳ, καὶ πορεύονται τὴν ὁδὸν αὐτῶν . καὶ εἰσῆλθεν εἰς τὸν ὄνον αὐτοῦ ῾Αρμαθάιμ, καὶ ἔγνω τὴν Ἅνναν γυναῖκα καὶ ἐμνήσθη αὐτῆς Κύριος.

καὶ συνέλαβεν, καὶ ἐγενήθη τῷ καιρῷ τῶν ἡμερῶν καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαμουὴλ καὶ εἶπεν ὅτι παρὰ κυρίου θεοῦ σαβαὼθ ᾐτησάμην αὐτόν.