Ruth

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

᾿Επορεύθησαν δὲ ἀμφότεραι ἕως τοῦ παραγενέσθαι αὐτὰς εἰς Βαιθλέεμ. καὶ ἤχησεν πᾶσα ἡ πόλις ἐπ’ αὐτῆς, κοὶ εἶπον Αὕτη ἐστὶν Νωεμείν ;

καὶ εἶπεν πρὸς αὐτάς Μὴ δὴ καλεῖτέ με Νωεμείν, καλέσατέ με πικράν, ὅτι ἐπικράνθη ἐν ἐμοὶ ὁ ἱκανὸς σφόδρα.

ἐγὼ πλήρης ἐπορεύθην, κοὶ κενὴν ἀπέ- στρεψέν με ὁ κύριος· καὶ ἵνα τί καλεῖτέ με Νωεμείν, καὶ ἐταπείνωσέν με, καὶ ὁ ἱκανὸς ἐκάκωσέν με,.