Ruth

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

μὴ αὐτοὺς προσδέξεσθε ἕως οὗ ἁδρυνθῶσιν ; ἢ αὐτοῖς κατασχεθήσεσθε τοῦ μὴ γενέσθαι ἀνδρί; μὴ δὴ θυγατέρες μου, ὅτι ἐπικράνθη μοι ὑπὲρ ὑμᾶς, ὅτι ἐξῆλθεν ἐν ἐμοὶ χεὶρ Κυρίου.

καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν ἔτι· καὶ κατεφίλησεν Ορφὰ τὴν πενθερὰν αὐτῆς καὶ ἐπέστρεψεν εἰς τὸν λαὸν αὐτῆς, ῾Ροὺθ δὲ ἠκολούθησεν αὐτῇ.

καὶ εἶπεν Νωεμεὶν πρός ῾Ρούθ ἰδοὺ ἀνέστρεψεν σύννυμφός σου πρὸς λαὸν αὐτῆς καὶ πρὸς τοὺς θεοὺς αὐτῆς. ἐπιστράφητι δὴ καὶ σὺ ὀπίσω τῆς συννύμφου σου.