Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ καὶ Σεισαρὰ ἔφυγεν τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν Ἰαὴλ γυναικὸς Χάβερ ἑταίρου τοῦ κειναίου, ὅτι εἰρήνη ἦν ἀνὰ μέσον βασιλέως βασιλέως Ἁσὼρ καὶ ἀνὰ μέσον οἴκου Χάβερ τοῦ Κειναίου.

καὶ ἐξῆλθεν Ἰαὴλ εἰς συνάντησιν Σεισαρὰ καὶ εἶπεν αὐτῷ κύριέ μου, ἔκκλινον πρὸς μέ, μὴ φοβοῦ. καὶ ἐξέκλινεν εἰς τὴν σκηνήν· καὶ περιέβαλεν αὐτὸν ἐπιβολαίῳ.

καὶ Σεισαρὰ πρὸς αὐτήν Πότισόν με δὴ μικρὸν ὕδωρ, ὅτι ἐδίψησα. καὶ ἤνοιξεν τὸν ἀσκὸν τοῦ γάλακτος καὶ ἐπότισεν αὐτόν, καὶ περιέβαλεν αὐτόν.

καὶ καὶ εἶπεν πρὸς αὐτὴν Σεισαρά Στῆθι δὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἔσται ἐὰν ἀνὴρ ἔλθῃ πρὸς σὲ καὶ ἐρωτήσῃ σε καὶ εἴπῃ Εἰ ἔστιν ὧδε ἀνήρ ; καὶ ἐρεῖς οὐκ ἔστιν.