Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐγένετο ἐπ’ αὐτὸν πνεῦμα κυρίου, καὶ ἔκρινεν τὸν Ἰσραήλ. καὶ ἐξῆλθεν εἰς πόλεμον πρὸς Χουσαρσαθάιμ· καὶ παρέδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθάιμ βασιλέα Συρίας ποταμῶν, καὶ ἐκραταιώθη χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθάιμ. καὶ ἡσύχασεν ἡ γῆ τεσσεράκοντα ἔτη·

καὶ ἀπέθανεν Γοθονιὴλ υἱὸς Κενέζ.

καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου· καὶ ἐνίσχυσεν κύριος τὸν Ἐγλὼμ βασιλέα Μωὰβ ἐπὶ τὸν Ἰσραήλ, διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι κυρίου.

καὶ πρὸς ἑαυτὸν πάντας τοὺς υἱοὺς Ἄμμων καὶ Ἀμαλήκ, καὶ καὶ ἐπάταξεν τὸν Ἰσραήλ, καὶ ἐκληρονόμησεν τὴν πόλιν τῶν φοινίκων.

καὶ ἐδούλευσαν οἱ υἱοὶ Ἰσραὴλ τῷ Ἐγλὼμ βασιλεῖ Μωὰβ ἔτη δέκα ὀκτώ.

καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς κύριον. καὶ ἤγειρεν αὐτοῖς σωτῆρα τὸν Ἀὼδ υἱὸν Γηρᾶ υἱὸν τοῦ Ἰεμενεί, [*](3 Αερμων] Βαλαερμῶ| Α | Λοβω Ἤμαθ’ Α 7 ἔναντι Α | επελαθεντο Α | Α του θεοῦ] om του Α | ταῖς Βααλειμ Α 8 ἐν χειρὶ] εἰς χεῖρας Α | ποταμων Συρίας] Σ. Μεσοποταμιας αἰνὰς ποτάμων Α | ἔτη ὀκτὼ] ὀκτὼ ἔτη sup ras Aa? 9 κα Εκεκραξεν] κα εκε sup ras Aa? | τὸ Γοθ. A* τον Γοθ. A1) | ὕπερ αυτον] αὐτοῦ καὶ εισηκουσαν αὐτοῦ Α 10 εἰς πόλεμον] ἔπι ’τον π. Α | om πρὸς Χουσαρα. Α | om ποτάμων Α | om καὶ και εκρατ. χεὶρ αὐτοῦ ἔπι ’τον X. Α 11 τεσσεράκοντα τεσσαρακ. Bb) ἔτη] ἔτη πεντήκοντα Α 12 ἐνώπιον] εναντι Α 13 συνηγαγεν] προσήγαγεν Α | εαυτον] αὐτὸν Α 15 σωκς pr Α | υἱὸν 2°])

482
[*](Β) ἄνδρα ἀμφοτεροδέξιον. καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Ἰσραὴλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ Ἐγλὼμ βασιλεῖ Μωάβ.

καὶ ἐποίησεν ἑαυτῷ ἀὼδ μάχαιραν δίστομον, σπιθαμῆς τὸ μῆκος αὐτῆς, κοὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν τὸν δεξιὸν αὐτοῦ.

καὶ ἐπορεύθη καὶ προσήνεγκεν τὰ δῶρα Ἐγλὼμ βασιλεῖ Μωάβ· καὶ Ἐγλὼμ ἀνὴρ ἀστεῖος σφόδρα.

καὶ ἐγένετο ἡνίκα συνετέλεσεν Ἀὼδ προσφέρων τὰ δῶρα, καὶ ἐξαπέστειλεν τοὺς φέροντας τὰ δῶρα·

καὶ αὐτὸς ὑπέστρεψεν ἀπὸ τῶν γλυπτῶν τῶν μετὰ τῆς Γαλγάλ, καὶ εἶπεν Ἀώδ Λόγος μοι κρύφιος πρός σέ, βασιλεῦ. καὶ εἶπεν Ἐγλὼμ πρὸς αὐτόν Σιώπα. καὶ ἐξαπέστειλεν ἀφ’ ἑαυτοῦ πάντας τοὺς ἐφεστῶτας ἐπ’ αὐτόν.

καὶ Ἀὼδ εἰσῆλθεν πρὸς αὐτόν· καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ τῷ ἑαυτοῦ μονώτατος. καὶ εἶπεν Ἀώδ Λόγος πρὸς σέ, βασιλεῦ. καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου Ἐγλὼμ αὐτοῦ.