Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

τοῦ πειράσαι ἐν αὐτοῖς τὸν Ἰσραήλ, εἰ φυλάσσονται τὴν ὁδὸν κυρίου πορεύεσθαι ἐν αὐτῇ, ὃν τρόπον ἐφύλαξαν οἱ πατέρες αὐτῶν, ἢ οὔ.

καὶ ἀφήσει Κύριος τὰ ἔθνη ταῦτα τοῦ μὴ ἐξᾶραι αὐτὰ τὸ τάχος, καὶ οὐ παρέδωκεν αὐτὰ ἐν χειρὶ Ἰησοῦ.

Καὶ ταῦτα τὰ ἔθνη ἃ ἀφῆκεν Κύριος αὐτὰ ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ἰσραήλ, πάντας τοὺς μὴ ἐγνωκότος τοὺς πολέμους χανάαν,

πλὴν διὰ τὰς γενεὰς υἱῶν Ἰσραὴλ τοῦ διδάξαι αὐτοὺς πόλεμον, πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά·

τὰς πέντε σατραπίας τῶν ἀλλοφύλων [*](A) [*](14 απεδοντο Α χερσι] χειρὶ Α | ἀθρῶν αυτων] προνομευόντων Α | ηδυνατων Α Ι ἐχθρῶν 2°] om τῶν Α 15 εξεπορευοντο] αὐτοῖς Α | om ἀυτὰς Α 16 om Κυριος 2° Α 17 κριτων] οὐχ ὑπήκουσαν] οὐκ επηκ. Α | αυτοις] + καὶ παρώργισαν ’τον κݲνݲ Α | ἐντολὰς Α 18 αὐτοῖς κݲςݲ κριτὰς Α | ἐκ χειρὸς εχθρων] ἐν χειρὶ Α | ἄπο 2°] καὶ πρὸ Α | om καὶ εκθλιβοντων αὐτοὺς Α αἰ A | τὰς ὀδοὺς ἀυτῶν τας] οὐκ ἀπέστησαν ἄπο τῆς ὀδοῦ ἀυτῶν της 20 εγκατελειπαν Α | εισηκουσαν] ὑπήκουσαν Α 21 om γε Α | Α | om ὑίος Ναυη ἐν τῆ γῆ Α 22 εφυλαξαν] ἐφυλάξαντο Α | οἱ πάτερες υιοι υἱοὶ Ισλ Α | om η οὐ Α 23 αφησει] ἄφηκεν Α III 1 om α Α | Κυριος] Ιησους Α 2 υιων] pr τῶν Α)

481
καὶ πάντα τὸν Χαναναῖον καὶ τὸν καὶ τὸν Εὑαῖον τόν [*](Β) τὸν λίβανον ἀπὸ τοῦ ὄρους τοῦ Ἁερμὼν ἕως Λοβὼ Ἑμάθ.

καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ἰσραήλ, γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς κυρίου ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ.

καὶ οἱ υἱοὶ Ἰσραὴλ κατῴκησαν ἐν μέσῳ τοῦ Χαναναίου καὶ τοῦ Χετταίου καὶ τοῦ Ἀμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Εὑαίου καὶ τοῦ Ἰεβουσαίου·

καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας, καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖ υἱοῖς αὐτῶν, καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν.

καὶ ἐποίησον οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐναντίον κυρίου, καὶ ἐπελάθοντο κυρίου τοῦ θεοῦ αὐτῶν, καὶ ἐλάτρευσαν τοῖς Βααλεὶμ καὶ τοῖς ἄλσεσιν.

καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραήλ, καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Χουσαρασθάιμ βασιλέως ποταμῶν Συρίας. καὶ ἐδούλευσαν οἱ υἱοὶ Ἰσραὴλ τῷ Χουσαρασθάιμ ἔτη ὀκτώ.

καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς κύριον· καὶ ἤγειρεν Κύριος σωτῆρα τῷ Ἰσραήλ, καὶ ἔσωσεν αὐτούς, τὸν Γοθονιὴλ υἱόν Κενὲζ ἀδελφοῦ Χαλὲβ τὸν νεώτερον ὑπὲρ αὐτόν.