Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ παρεκλήθησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Βενιαμεὶν ἀδελφὸν αὐτῶν, καὶ εἶπαν ᾿Εξεκόπη σήμερον φυλὴ μία ἀπὸ ᾿Ισραήλ·

τί ποιήσωμεν αὐτοῖς τοῖς περισσοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας ; καὶ ἡμεῖς ὠμόσαμεν ἐν κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας·

καὶ εἶπαν τίς εἷς ἀπὸ φυλῶν ᾿Ισραὴλ ὃς οὐκ ἀνέβη πρὸς Κῦρον εἰς Μασσηφά; κοὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ ᾿Ιαβεὶς Γαλαὰδ εἰς τὴν ἐκκλησίαν.

καὶ ἐπεσκέπη ὁ λαός, καὶ οὐκ ἦν ἐκεῖ ἀνὴρ ἀπὸ οἰκούντων ἰαβεὶς Γαλαάδ.

καὶ ἀπέστειλεν ἐκεῖ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ υἱῶν τῆς δυνάμεως, καὶ ἐνετείλαντο αὐτοῖς λέγοντες Πορεύεσθε καὶ πατάξατε τοὺς οἰκοῦντας ἰαβεὶς Γαλαὰδ ἐν στόματι ῥομφαίας.